previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[190] περικοπτόμενος τῇ τε τῶν συνόντων αὐτῷ συναυλίᾳ, ἔσθ̓ ὅτε καὶ τῇ τοῦ βασιλέως πρὸς αὐτὸν ἐπιδημίᾳ τῇ αὐτοῦ εἰς ἐκεῖνον μετακλήσει, νὺξ αὐτῷ τὰ τῆς ἡμέρας ἀνεπλήρου [p. 320] ὑστερήματα, ἐν εὐχαῖς καὶ δάκρυσι μέχρι διαφαύματος ἱσταμένου αὐτοῦ καὶ τὸν Θεὸν ἐπικαλουμένου: ὅθεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα ἐπ̓ αὐτὸν 1 ἐπληροῦτο: Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. δὲ Ζαρδὰν ἐκεῖνος, τὴν τοιαύτην αὐτοῦ αἰσθόμενος διαγωγὴν καὶ λύπης πληρούμενος, μερίμναις τε δειναῖς τὴν ψυχὴν βαλλόμενος, οὐκ εἶχεν τι καὶ δράσειε: τέλος, τῇ ἀνίᾳ καταπονηθείς, εἰς τὸν ἑαυτοῦ ἀπεδήμησεν οἶκον, ἀρρωστεῖν προσποιούμενος. ὡς δὲ εἰς γνῶσιν τῷ βασιλεῖ τοῦτο ἐληλύθει, ἄλλον μὲν ἀντ̓ αὐτοῦ τῶν πιστοτάτων καθυπηρετεῖν τῷ υἱῷ ἐξαπέστειλεν: αὐτὸς δέ, τῆς τοῦ Ζαρδὰν ἐπιμελούμενος ὑγείας, ἰατρὸν αὐτῷ πέμπει δοκιμώτατον καὶ φροντίδος ὅτι πολλῆς ἀξιοῖ θεραπευθῆναι. δὲ ἰατρός, ἐπεὶ τῷ βασιλεῖ οὗτος κεχαρισμένος ἦν, ἐπιμελῶς ἐπεσκέψατο, καί, ἄριστα διαγνοὺς τὰ κατ̓ αὐτόν, τῷ βασιλεῖ θᾶττον ἀναγγέλλει, ὡς Ἐγώ, φησί, οὐδενὸς νοσήματος αἴτιον ἐν τῷ ἀνθρώπῳ εὑρεῖν δεδύνημαι: ἔνθεν τοι καὶ ὑπολαμβάνω, ἀθυμίᾳ τινὶ τὴν ψυχὴν βληθέντα, τοῦτον μαλακισθῆναι. δὲ βασιλεύς, τούτων ἀκούσας τῶν ῥημάτων, ὑπέλαβε βαρέως αὐτῷ τὸν υἱὸν διατεθῆναι, καὶ τούτου χάριν λυπηθέντα αὐτὸν ὑποχωρῆσαι. μαθεῖν δὲ τὸ πρᾶγμα ἀκολούθως βουλόμενος, δεδήλωκε τῷ Ζαρδάν, ὡς Αὔριον ἐλεύσομαι, φησί, θεωρῆσαί

1 Ps. cxxxiii. 2 (Sept.)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: