previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[246] ἃς προσηγόρευσαν Μούσας. Εἶθ̓ οὕτως παρεισάγουσι τὰ κατὰ τὸν Γανυμήδην. συνέβη οὖν, βασιλεῦ, τοῖς ἀνθρώποις μιμεῖσθαι ταῦτα πάντα, καὶ γίνεσθαι μοιχοὺς καὶ ἀρρενομανεῖς, καὶ ἄλλων δεινῶν ἔργων ἐργάτας, κατὰ μίμησιν τοῦ θεοῦ αὐτῶν. πῶς οὖν ἐνδέχεται θεὸν εἶναι μοιχὸν ἀνδροβάτην πατροκτόνον; Σὺν τούτῳ δὲ καὶ Ἥφαιστόν τινα παρεισάγουσι θεὸν εἶναι, καὶ τοῦτον χωλόν, καὶ κρατοῦντα σφῦραν καὶ πυρόλαβον, καὶ χαλκεύοντα χάριν τροφῆς. ἄρα ἐπιδεής ἐστιν: ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι χωλὸν καὶ προσδεόμενον ἀνθρώπων. Εἶτα τὸν Ἑρμῆν παρεισάγουσι θεὸν εἶναι ἐπιθυμητὴν καὶ κλέπτην καὶ πλεονέκτην καὶ μάγον, καὶ κυλλὸν καὶ λόγων ἑρμηνευτήν. ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι τοιοῦτον. Τὸν δὲ Ἀσκληπιὸν παρεισάγουσι θεὸν εἶναι, ἰατρὸν ὄντα καὶ κατασκευάζοντα φάρμακα καὶ σύνθεσιν ἐμπλάστρων, χάριν τροφῆς ῾ἐπενδεὴς γὰρ ἦν̓, ὕστερον δὲ κεραυνοῦσθαι αὐτὸν ὑπὸ τοῦ [p. 410] Διὸς διὰ Τυνδάρεων Λακεδαίμονος υἱόν, καὶ ἀποθανεῖν. εἰ δὲ Ἀσκληπιὸς θεὸς ὢν καὶ κεραυνωθεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, πῶς ἄλλοις βοηθήσει; Ἄρης δὲ παρεισάγεται θεὸς εἶναι πολεμιστὴς καὶ ζηλωτής, καὶ ἐπιθυμητὴς θρεμμάτων καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: