previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[229] τῆς διηνεκοῦς εὐφροσύνης. πάντες μὲν γάρ, καθάπερ αὐτὸς ὁρᾷς, ἀποθνήσκομεν, καὶ οὐκ ἔστιν 1 ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον: μέλλομεν δὲ πάντες ἀνίστασθαι, ἡνίκα ἐλεύσεται Κύριος Ἰησοῦς Χριστός, Υἱὸς τοῦ Θεοῦ, ἐν 2 δόξῃ ἀνεκλαλήτῳ καὶ δυνάμει φοβερᾷ, μόνος 3 Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, 4 πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων: καὶ τοσαύτην ἐμποιήσει 5 τότε τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς 6 οὐρανίους δυνάμεις: καὶ παραστήσονται αὐτῷ 7 τρόμῳ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου 8 καὶ τρόμου μεστά. σαλπιεῖ γὰρ εἷς τῶν ἀρχαγγέλων 9 ἐν σάλπιγγι Θεοῦ, καὶ εὐθὺς οὐρανὸς μὲν εἰλιγήσεται ὡς βιβλίον, γῆ δὲ ἀναρρηγνυμένη ἀναπέμψει τὰ τεθνεῶτα σώματα τῶν πώποτε 10 γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν πρῶτος ἄνθρωπος Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ 11 τότε πάντες οἱ ἀπ̓ αἰῶνος θανόντες ἐν ῥιπῇ ὀφθαλμοῦ ζῶντες παραστήσονται τῷ βήματι τοῦ ἀθανάτου

1 Ps. lxxxix. 47

2 Luke xxi. 25

3 1 Tim. vi. 15

4 Phil. ii. 10

5 Mk. xiii. 25

6 Luke xxi. 26

7 Dan. vii. 10

8 1 Cor. xv. 52

9 Is. xxxiv. 4

10 1 Cor. xv. 45

11 1 Cor. xv. 52

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: