previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[170] 1 περιπάτησον. γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, καὶ τὸν ἐνδυθέντα σοι σήμερον νέον ἄνθρωπον μηκέτι τῇ προτέρᾳ καταφθείρῃς παλαιότητι: ἀλλ̓ ἀνακαινίζου καθ̓ ἑκάστην ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι, καὶ ἀληθείᾳ: δυνατὸν γὰρ τοῦτο 2 παντὶ τῷ βουλομένῳ, καθάπερ ἀκούεις ὅτι ἐξουσίαν δέδωκε τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, ὥστε οὐκέτι δυνάμεθα λέγειν ὅτι ἀδύνατος ἡμῖν κτῆσις τῶν ἀρετῶν: εὔκολος 3 γὰρ ὁδὸς καὶ ῥᾳδία. εἰ γὰρ καὶ στενή πως καὶ 4 τεθλιμμένη κέκληται διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος, ἀλλ̓ ὅμως ποθεινή ἐστι καὶ θεία διὰ 5 τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν τοῖς μὴ ἀσόφως 6 περιπατοῦσιν, ἀλλ̓ ἀκριβῶς συνιοῦσι τί τὸ 7 θέλημα τοῦ Θεοῦ, καὶ τὴν πανοπλίαν αὐτοῦ ἀμπεχομένοις εἰς παράταξιν τῶν μεθοδειῶν τοῦ ἀντικειμένου, καὶ ἐν προσευχῇ καὶ δεήσει εἰς αὐτὸ 8 τοῦτο ἀγρυπνοῦσιν ἐν πάσῃ ὑπομονῇ καὶ ἐλπίδι. σὺ οὖν, καθὼς ἤκουσας παῤ ἐμοῦ καὶ ἐδιδάχθης, καὶ βεβαίαν κατεβάλου κρηπῖδα, ἐν αὐτῇ περισσεύου, αὐξανόμενος καὶ προκόπτων, καὶ τὴν 9 καλὴν στρατευόμενος στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν δἰ ἔργων ἀγαθῶν μαρτυρουμένην,

1 Gal. v. 22

2 p. 284

3 Mat. vii. 14

4 Cp. 1 Cor. ix. 27

5 Eph. v. 15

6 Eph. v. 17

7 Eph. vi. 11

8 Eph. vi. 18

9 1 Tim. i. 18, 19

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: