previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[199] ἁγιασμὸν δὲ τῇ τούτων ἀρυόμεθα προσψαύσει. Αὖθις δὲ βασιλεύς, Εἰ ὠφέλιμος, φησίν, τοῦ θανάτου μνήμη, καθώς φατε, τί μὴ τοῖς ἐν τοῖς σώμασιν ὑμῶν ὀστέοις τὴν τούτου ὑποδέχεσθε μνήμην, τοῖς οἰκείοις ὑμῖν καὶ ὅσον οὔπω φθαρησομένοις, ἤπερ τοῖς ἀλλοτρίοις τούτοις καὶ διεφθαρμένοις; Καὶ μοναχός, Πέντε μέν, φησίν, ἐμοῦ εἰρηκότος αἰτίας τῆς τῶν λειψάνων περιφορᾶς, πρὸς μίαν αὐτὸς ἀνταποκρινόμενος, χλευάζειν ἡμᾶς δοκεῖς: ἀλλ̓ ἐναργέστερον, εὖ ἴσθι, τὰ τῶν προτετελευτηκότων ὀστᾶ τὴν τοῦ θανάτου παριστῶσι μνήμην, ἤγε τῶν ζώντων. ἀλλ̓, ἐπείπερ ταῦθ̓ οὕτως εἶναι γινώσκεις καὶ τὰ ἐν τῇ σαρκί σου ὀστᾶ τὸν θάνατόν σοι ὑποτυποῦσι, τί μὴ καὶ [p. 336] αὐτός, τῆς ὅσον οὔπω ἐλευσομένης μνημονεύων τελευτῆς, εὖ τὰ σεαυτοῦ διατίθης, ἀλλὰ πάσαις μὲν τὴν ψυχήν σου ἐκδέδωκας παρανομίαις, βιαίως δὲ καὶ ἀνηλεῶς ἀναιρεῖς τοὺς λατρευτὰς τοῦ Θεοῦ καὶ τῆς εὐσεβείας ἐραστάς, τοὺς μηδέν σοι ἠδικηκότας, μηδέ σοι τῶν παρόντων τι συμμεριζομένους ἀφελέσθαι φιλονεικοῦντας; δὲ βασιλεὺς ἔφη: Τοὺς δεινοὺς ὑμᾶς καὶ λαοπλάνους εἰκότως κολάζω, ὅτι πάντας ἀπατᾶτε, ἀπέχεσθαι τῶν τερπνῶν τοῦ βίου ὑποτιθέμενοι, καί, ἀντὶ τῆς γλυκείας ζωῆς καὶ τῆς ποθεινοτάτης ἐπιθυμίας καὶ ἡδονῆς, τὴν σκληρὰν καὶ ῥυπώδη ταύτην καὶ πιναρὰν ἐκλέγεσθαι ἀγωγὴν ἐκβιάζεσθε,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: