Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[208]
οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν
ὀργήν, μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ
θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν,
ἀνθ̓ ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ
διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη
πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παῤ ἐλπίδα
δἰ εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ
γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευάσαντας,
[p. 350]
παρωσάμενος καὶ ἐξουθενήσας, τῷ ἐσταυρωμένῳ
προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι
τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας
μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων
ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς
ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων; ἀλλά
γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθῃ τῷ πατρί,
μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν
εἰπών, θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.