previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[308] κολυμβήθρας, θεραπείαν τρυγήσαντες ψυχῶν τε ὁμοῦ καὶ σωμάτων. Ἔνθεν τοι καὶ συνέρρει πρὸς τὸν βασιλέα Ἰωάσαφ πανταχόθεν τὰ πλήθη, μυηθῆναι τὴν εὐσέβειαν ὑπ̓ αὐτοῦ ζητοῦντες. καὶ πάντα μὲν κατεσκάπτετο εἰδωλικὰ σεβάσματα, ἀφῄρητο δὲ πᾶς πλοῦτος καὶ τὰ ἀποκείμενα τοῖς εἰδωλείοις χρήματα: καὶ ἱερὰ τεμένη τῷ Θεῷ ἀντῳκοδομεῖτο. καὶ τὸν ἐκεῖνον πλοῦτον αὐτοῖς καὶ τὰς πολυτελεῖς ἐσθῆτας βασιλεὺς Ἰωάσαφ καὶ τοὺς θησαυροὺς ἀνετίθει, τὴν ἄτιμον ἐκείνην καὶ περιττὴν ὕλην ἐνεργὸν ἐντεῦθεν ποιῶν καὶ 1 ὠφέλιμον. οἱ δὲ τοῖς βωμοῖς ἐκείνοις καὶ ναοῖς διατρίβοντες μιαροὶ δαίμονες διωγμῷ χαλεπωτάτῳ ἠλαύνοντο, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς συμφορὰν εἰς πολλῶν ἐπήκοον ἀνεβόων. καὶ ἠλευθεροῦτο περίχωρος πᾶσα ἐκείνη τῆς ζοφερᾶς αὐτῶν ἀπάτης, τῷ φωτί τε περιελάμπετο τῆς ἀμωμήτου τῶν Χριστιανῶν πίστεως. Ἀμέλει καὶ βασιλεὺς ἀγαθὸν πᾶσιν ὑπόδειγμα ἦν, καὶ πολλοὺς ἐπὶ τὴν ὁμοίαν γνώμην ἀνέφλεγε καὶ ἐξῆπτε. τοιοῦτον γὰρ ἐξουσία: συμμορφοῦται ταύτῃ ἀεὶ τὸ ὑποχείριον, τῶν αὐτῶν τε φιλεῖ ἐρᾶν, κἀκεῖνα ἐπιτηδεύειν οἷσπερ ἂν τὸν ἄρχοντα αἴσθηται χαίροντα. ἐντεῦθεν, τοῦ Θεοῦ συνεργοῦντος,

1 Minucius, Felix, Ch. 27

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: