previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[74] [p. 126] οὐκ ἔλαβον μεθ̓ ἑαυτῶν ἔλαιον: αἰ δὲ φρόνιμοι ἔλαβον ἔλαιον: διὰ τοῦ ἐλαίου τὴν τῶν ἀγαθῶν ἔργων κτῆσιν σημαίνων. Μέσης δὲ τῆς νυκτός, φησί, κραυγὴ γέγονεν: Ἰδοὺ νυμφίος ἔρχεται: ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ: διὰ τοῦ μεσονυκτίου τὸ ἄδηλον τῆς ἡμέρας ἐκείνης παραστήσας. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι: Αἱ μὲν οὖν ἕτοιμοι ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου, καὶ εἰσῆλθον μετ̓ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη θύρα: αἱ δὲ ἀνέτοιμοι, ἃς εἰκότως μωρὰς ἐκάλεσε, σβεννυμένας τὰς λαμπάδας ἑαυτῶν ὁρῶσαι, ἀπῆλθον ἀγοράσαι ἔλαιον. παραγενόμεναι δὲ κλεισθείσης ἤδη τῆς θύρας, ἔκραζον λέγουσαι: Κύριε, κύριε, ἄνοιξον ἡμῖν: δέ, φησίν, ἀποκριθεὶς εἶπεν: Ἀμήν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς: διὰ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν ἀνταπόδοσιν εἶναι οὐ μόνον τῶν ἐναντίων πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ αὐτῶν τῶν ἐνθυμήσεων. 1 εἶπεν γὰρ Σωτήρ: Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. καὶ αὖθις: 2 Ὑμῶν δέ, φησί, καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί: διὰ τῶν τριχῶν τὰ λεπτότατα τῶν διαλογισμῶν καὶ ἐνθυμήσεων παραδηλώσας.

1 Mat. xii. 36

2 Mat. x. 30

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: