previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[196] φησίν, ἀλληνάλλως ἐλάλησας, περὶ τοῦ ἀπατήσαντος τὸν υἱὸν τοῦ βασιλέως τὴν πεῦσιν προσαγαγών; εἰ γὰρ τὸν Βαρλαὰμ ἐζήτεις, ἔδει σε πάντως εἰπεῖν: Ποῦ ἔστιν ἐκ τῆς πλάνης ἐπιστρέψας καὶ σώσας τὸν τοῦ βασιλέως υἱόν; ἐκεῖνος γὰρ ἀδελφὸς ἡμῶν ὑπάρχει καὶ συνασκητής: ἐκ πολλῶν δὲ ἤδη ἡμερῶν οὐ τεθεάμεθα αὐτόν. δὲ Ἀραχής: Τὸ οἴκημα αὐτοῦ, φησίν, ὑπόδειξον. ἀσκητὴς ἀπεκρίνατο: Εἰ θεάσασθαι ὑμᾶς ἤθελεν, ἐκεῖνος ἂν εἰς συνάντησιν ὑμῶν ἐξῆλθεν. ἡμῖν δ̓ οὖν οὐκ ἔξεστι τὸ δωμάτιον αὐτοῦ ὑμῖν γνωρίσαι. Θυμοῦ ἐπὶ τούτῳ ἐμπίμπλαται ἄρχων, καί φησι πρὸς αὐτόν, ὀργίλον ἅμα καὶ θηριῶδες ἐμβλέψας: Ξένῳ νυνὶ θανάτῳ ὑμᾶς θανατώσω, εἰ ἐξ αὐτῆς τὸν Βαρλαὰμ οὐ παραστήσετέ μοι: Καὶ τί, φησὶν ἀσκητής, ὁρᾷς ἐν ἡμῖν, οὗπερ ἀντεχόμενοι δυσαποσπάστως τῆς παρούσης διακεισόμεθα ζωῆς, καὶ τὸν παρὰ σοῦ ἐπαχθησόμενον φοβηθῶμεν θάνατον; χάριν γάρ σοι μᾶλλον ὁμολογήσομεν, ὅτι τῆς ἀρετῆς ἐχομένους τοῦ βίου ἐξήγαγες. δεδοίκαμεν γὰρ οὐ μικρῶς τὸ τοῦ τέλους ἄδηλον, μὴ εἰδότες πῶς ἔχοντας ἡμᾶς καταλήψεται, μή που γνώμης ὄλισθος ἐπήρειά

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: