previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[237] σου σώματι παραδούς, ἵνα παιδευθῶσι πάντες διὰ σοῦ μὴ πλανᾶν υἱοὺς βασιλέων. Τούτων ἀκούσας Ναχὼρ τῶν ῥημάτων, σκυθρωπὸς 1 ἦν λίαν καὶ κατηφής, ὁρῶν ἑαυτὸν ἐμπίπτοντα 2 τῷ βόθρῳ εἰργάσατο καὶ τῇ παγίδι 3 ἔκρυψε συλλαμβανόμενον, καὶ τὴν ῥομφαίαν αὐτοῦ εἰς καρδίαν αὐτοῦ κατανοῶν εἰσδυομένην. Συλλογισάμενος οὖν καθ̓ ἑαυτόν, τῷ τοῦ βασιλέως υἱῷ μᾶλλον ἔγνω προστεθῆναι καὶ τὰ ἐκείνου κρατῦναι, τοῦ διαφυγεῖν τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον, ὡς ἐκείνου εὐλόγως δυναμένου [p. 394] τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη. τὸ δὲ πᾶν τῆς θείας ἦν προνοίας σοφῶς διὰ τῶν ἐναντίων τὰ ἡμέτερα βεβαιούσης. ὡς γὰρ εἰς λόγους ἦλθον ἀλλήλοις οἱ μύσται τῶν 4 εἰδώλων καὶ Ναχώρ, καθάπερ τις ἄλλος Βαλαὰμ ὃς ἐπὶ τοῦ Βαλάκ ποτε, ἐπαράσασθαι τὸν Ἰσραὴλ προθέμενος, πολυειδέσιν αὐτὸν εὐλόγησεν εὐλογίαις, οὕτως καὶ Ναχὼρ ἰσχυρῶς τοῖς ἀσόφοις καὶ ἀσυνέτοις σοφοῖς ἀντικαθίστατο. Καθεζομένου γὰρ τοῦ βασιλέως ἐπὶ τοῦ θρόνου,

1 Ps. vii. 16

2 Ps. xxxi. 5

3 Ps. xxxvii. 15

4 Numb. xxii.-xxiv.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: