previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[191] σε, καὶ τὰ τῆς ἐπισυμβάσης σοι διαγνῶναι ἀρρωστίας. Ζαρδὰν δέ, ταύτης ἀκούσας τῆς ἀγγελιας, ἅμα πρωὶ περιβαλλόμενος αὐτοῦ τὸ ἱμάτιον, [p. 322] πορεύεται πρὸς τὸν βασιλέα. καὶ εἰσελθὼν προσεκύνησεν αὐτῷ ἐπὶ τῆς γῆς. δὲ βασιλεύς, Τί, φησί, παρεβιάσω ἑαυτὸν παραγενέσθαι; αὐτὸς γὰρ ἤθελον ἐπισκέψασθαί σε, καὶ πᾶσι γνωρίσαι τὴν πρὸς σέ μου φιλίαν. δὲ ἀντέφησεν: ἐμή, βασιλεῦ, ἀσθένεια οὐκ ἔστι τῶν συνήθων ἀνθρώποις ἀρρωστιῶν: ἀλλ̓ ἐκ λυπηρᾶς καὶ ἐμμερίμνου ψυχῆς τῆς καρδίας ὀδυνωμένης συνωδυνήθη τὸ σῶμα. ἀφροσύνη δέ μοι ἦν οὕτως ἔχοντά με μὴ δουλικῶς πρὸς τὸ σὸν παραγενέσθαι κράτος, ἀλλὰ τὴν σὴν βασιλείαν προσμένειν ἕως ἐμοῦ τοῦ οἰκέτου σκυλῆναι. τοῦ βασιλέως οὖν πυνθανομένου τίς τῆς ἀθυμίας αὐτοῦ αἰτία, ὑπολαβὼν Ζαρδάν, Μέγας ἐμοὶ κίνδυνος, ἔφη: καὶ μεγάλων ἐγὼ τιμωριῶν ἄξιος, πολλῶν δὲ θανάτων ἔνοχος καθέστηκα, ὅτι σοῦ τοῖς προστάγμασιν ἀμελῶς διατεθεὶς ἀνίας σοι πολλῆς ὅσον οὐδέπω πρόξενος γέγονα. Αὖθις δὲ βασιλεύς, Καὶ τίνα σὺ ἀμέλειαν ἠμέληκας; ἤρετο: τί δὲ τὸ περιέχον σε δέος; Ἐν τῇ περὶ τὸν κύριόν μου τὸν υἱόν σου ἀκριβείᾳ ἠμέληκα, ἔφη. πονηρὸς γὰρ ἄνθρωπος καὶ γόης ἐλθὼν ὡμίλησεν αὐτῷ τὰ τῆς θρησκείας τῶν Χριστιανῶν. εἶτα διηγεῖται κατὰ μέρος τῷ βασιλεῖ τὰ λαληθέντα παρὰ τοῦ γέροντος πρὸς τὸν υἱὸν αὐτοῦ, καὶ μεθ̓ ὅσης ἡδονῆς ἐκεῖνος τὸν λόγον ἐδέξατο, καὶ ὡς ὅλος τοῦ Χριστοῦ ἐγεγόνει. πρὸς δὲ καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: