previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[334] αὐτῶν, οὐδὲ ὑμῖν ἀφήσει Πατὴρ ὑμῶν οὐράνιος τὰ παραπτώματα ὑμῶν. διὸ μὴ μνησικακήσῃς τοῖς πταίουσιν: ἀλλά, συγγνώμην αἰτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν, ὅτι ἀφέσει ἀντιδίδοται ἄφεσις, καὶ τῇ πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγῇ τῆς δεσποτικῆς ὀργῆς γίνεται ἀπαλλαγή. καὶ αὖθις τὸ ἀσυμπαθὲς ἡμῶν πρὸς τοὺς πταίοντας ἀσύγγνωστα ποιεῖ ἡμῖν τὰ ἡμέτερα πταίσματα: 1 καθάπερ ἀκούεις τί τῶν μυρίων πέπονθεν ὀφειλέτης ταλάντων, τῇ πρὸς τὸν σύνδουλον [p. 558] ἀσπλαγχνίᾳ ἑαυτῷ τὴν εἴσπραξιν ἀνανεώσας τοῦ τοσούτου χρέους. διὸ προσεκτέον ἀκριβῶς, μὴ καὶ ἡμεῖς τὰ ὅμοια πάθοιμεν: ἀλλ̓ ἀφήσωμεν πᾶσαν ὀφειλήν, καὶ πᾶσαν μῆνιν ἐκ καρδίας ἐκβάλλωμεν, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ πολλὰ ἡμῶν ὀφλήματα. ἐπὶ πᾶσι δὲ καὶ πρὸ 2 πάντων τὴν καλὴν φύλαττε παρακαταθήκην, τὸν εὐσεβῆ τῆς πίστεως λόγον, ὃν ἔμαθες καὶ ἐδιδάχθης: καὶ πᾶν ζιζάνιον αἱρέσεως μὴ ἐκφυέσθω ἐν ὑμῖν: ἀλλὰ καθαρὸν καὶ ἄδολον τὸν θεῖον διατήρησον σπόρον, ἵνα πολύχουν τὸν καρπὸν ὑποδείξῃς τῷ δεσπότῃ, ἡνίκα ἔλθῃ λόγον ἀπαιτῶν ἑκάστῳ τῶν βεβιωμένων καὶ ἀποδιδοὺς καθὰ 3 ἐπράξαμεν, ὅταν οἱ μὲν δίκαιοι λάμψωσιν ὡς 4 ἥλιος, τοὺς ἁμαρτωλοὺς δὲ τὸ σκότος καλύψῃ 5 καὶ αἰσχύνη αἰώνιος. καὶ τὰ νῦν, ἀδελφοί,

1 Mat. xviii. 24

2 2 Tim. i. 14

3 Mat. xiii. 43

4 Dan. xii. 2

5 Acts xx. 32

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: