previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[341] Ὡς δὲ εἶδεν ἑαυτὸν ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν ἐκείνου πρόθεσιν ῾τὸν Χριστὸν γὰρ αὐτὸς ἐνθυμούμενος καὶ τῷ ἐκείνου πόθῳ φλεγόμενος, ῥωννύμενός τε καλῶς τῇ ἐλπίδι καὶ τῇ πίστει στηριζόμενος, εἰς οὐδὲν τὰς ἐκείνου ὑπερβολὰς ἐλογίζετὀ, κατῃσχύνθη πολέμιος ἐκ πρώτης, λέγεται, προσβολῆς πεσών. ἑτέραν οὖν ἔρχεται ὁδόν ῾πολλαὶ γὰρ αὐτῷ αἱ τῆς κακίας τρίβοἰ, καὶ φαντάσμασι ποικίλοις ἀνατρέπειν αὐτὸν ἐπειρᾶτο καὶ εἰς δειλίαν ἐμβαλεῖν, ποτὲ μὲν μέλας αὐτῷ φαινόμενος, οἷός ἐστι: ποτὲ δέ, ῥομφαίαν ἐσπασμένην κατέχων, ἐπεπήδα αὐτῷ, καὶ πατάξαι ἠπείλει, εἰ μὴ θᾶττον εἰς τὰ ὀπίσω στραφῇ: ἄλλοτε θηρίων ὑπήρχετο παντοδαπῶν μορφάς, βρυχῶν κατ̓ αὐτοῦ καὶ δεινότατον ἀποτελῶν 1 μυκηθμὸν καὶ ψόφον: εἶτα καὶ εἰς δράκοντα μετεμορφοῦτο καὶ ἀσπίδα καὶ βασιλίσκον. δὲ καλὸς ἐκεῖνος καὶ γενναιότατος ἀθλητὴς 2 ἀτρέμας ἦν τὴν ψυχήν, ἅτε δὴ τὸν ὕψιστον ἑαυτοῦ καταφυγὴν θέμενος. νήφων δὲ τῇ διανοίᾳ καὶ κατεγγελῶν τοῦ πονηροῦ, ἔλεγεν: Οὐκ ἔλαθές με, ἀπατεών, ὅστις εἶ, ταῦτά μοι ἐγείρων, ἐξ ἀρχῆς κακὰ τεκταινόμενος τῶν ἀνθρώπων τῷ γένει, καὶ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ βλάπτειν οὐδαμῶς ἀπολείπων. ἀλλ̓ ὡς [p. 570] προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι, τὸ

1 Ps. xci. 13

2 Ps. xci. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: