previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[329] ἐπιστολὴν μὲν διαχαράττει πρὸς τὸν λαόν, πολλῆς γέμουσαν φιλοσοφίας καὶ πᾶσαν ὑπαγορεύουσαν τὴν εὐσέβειαν, ὁποίαν τε ὀφείλουσι περὶ Θεοῦ δόξαν ἔχειν, οἷον δὲ βίον αὐτῷ προσφέρειν, οἵους δὲ ὕμνους, οἵας εὐχαριστίας: εἶτα μὴ ἄλλον τὸν Βαραχίαν δέξασθαι εἰς τὴν βασίλειον κελεύει ἀρχήν. καί, εἰς τὸν ἑαυτοῦ κοιτῶνα τὸν χάρτην ἐν ἐπιστολὴ καταλιπών, λαθὼν ἅπαντας ἐξέρχεται τοῦ παλατίου. ἀλλ̓ οὐκ ἠδυνήθη λαθεῖν εἰς τέλος. ἅμα γὰρ πρωῒ τοῦτο ἀκουσθὲν τάραχον εὐθὺς καὶ ὀδυρμὸν τῷ λαῷ ἐνεποίησε: καὶ πάντες τάχει πολλῷ εἰς ζήτησιν αὐτοῦ ἐξέρχονται, προκαταλαβεῖν αὐτῷ τὴν φυγὴν ἐκ παντὸς τρόπου διανοούμενοι: ὅθεν οὐδὲ εἰς μάτην αὐτοῖς ἐχώρησεν σπουδή. ὡς γὰρ πάσας προκατελάμβανον τὰς ὁδούς, ὄρη δὲ πάντα περιεκύκλουν καὶ ἀτριβεῖς περιήρχοντο φάραγγας, ἐν χειμάρρῳ τινὶ τοῦτον εὑρίσκουσι, [p. 550] χεῖρας εἰς οὐρανὸν ἐκτεταμένας ἔχοντα, καὶ τὴν εὐχὴν τῆς ἕκτης ἐπιτελοῦντα ὥρας. Ἰδόντες δὲ αὐτὸν περιεχύθησαν δάκρυσι δυσωποῦντες καὶ τὴν ἀποδημίαν ὀνειδίζοντες. δέ: Τί, φησί, μάτην κοπιᾶτε; μηκέτι γὰρ ἐμὲ βασιλέα ἔχειν ἐλπίζετε. τῇ πολλῇ δὲ αὐτῶν ὑπενδοὺς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: