previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60] ἀποκρίσεις: μὲν ἀγαθὴ ἐλπίς, ἣν εἴρηκα, τῆς βασιλείας ἐστὶ τῶν οὐρανῶν: αὕτη δὲ γλώσσῃ βροτείᾳ τὸ παράπαν ὑπάρχει ἀνέκφραστος: φησὶ 1 γὰρ Γραφή: ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ὅταν δὲ ἀξιωθῶμεν, τὸ παχὺ τοῦτο ἀποθέμενοι σαρκίον, τῆς μακαριότητος ἐκείνης ἐπιτυχεῖν, τότε αὐτός, καταξιώσας ἡμᾶς μὴ διαμαρτεῖν τῆς ἐλπίδος, διδάξει καὶ γνωριεῖ τῶν ἀγαθῶν ἐκείνων τὴν πάντα νοῦν ὑπερέχουσαν δόξαν, τὸ ἄφραστον φῶς, τὴν μὴ διακοπτομένην ζωήν, τὴν μετὰ ἀγγέλων διαγωγήν. εἰ γὰρ ἀξιωθῶμεν Θεῷ συγγενέσθαι καθ̓ ὅσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, πάντα εἰσόμεθα παῤ αὐτοῦ νῦν οὐκ ἴσμεν. τοῦτο γὰρ ἐγώ, ἐκ τῆς τῶν θεοπνεύστων Γραφῶν μεμυημένος [p. 104] διδαχῆς, πάντων μάλιστα βασιλείαν οὐρανῶν τίθεμαι, τὸ πλησίον γενέσθαι τῇ θεωρίᾳ τῆς ἁγίας 2 καὶ ζωαρχικῆς Τριάδος, καὶ τῷ ἀπροσίτῳ φωτὶ αὐτῆς ἐλλαμφθῆναι, τρανότερόν τε καὶ καθαρώτερον

1 Is lxin. 4 1 Cor. ii. 9

2 1 Tim. vi. 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: