previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[315] ὄμματι: καὶ κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν γενοῦ μετ̓ ἐμοῦ τοῦ γινώσκοντος καὶ ὁμολογοῦντός σε ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. 1 πηγασάτω ἐν ἐμοὶ τὸ σὸν ἁλλόμενον 2 ὕδωρ: καὶ δοθήτω μοι λόγος ἐν ἀνοίξει τοῦ στόματος, καὶ νοῦς καλῶς ἡδρασμένος ἐν σοὶ 3 τῷ ἀκρογωνιαίῳ λίθῳ, ἵνα δυνήσομαι ἀχρεῖος οἰκέτης σου καταγγεῖλαι τῷ ἐμῷ γεννήτορι, ὡς δεῖ, τὸ μυστήριον τῆς σῆς οἰκονομίας, καὶ ἀποστῆσαι αὐτὸν τῇ σῇ δυνάμει τῆς ματαίας πλάνης τῶν πονηρῶν δαιμόνων, καὶ προσαγαγεῖν 4 σοι τῷ Θεῷ καὶ δεσπότῃ, τῷ μὴ βουλομένῳ τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ̓ ἀναμένοντι τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, ὅτι δεδοξασμένος εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος καὶ πληροφορίαν λαβὼν μὴ διαμαρτεῖν τοῦ ποθουμένου, τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ θαρρήσας, ἐξάρας ἐκεῖθεν μετὰ τῆς βασιλικῆς δορυφορίας, τὰ βασίλεια καταλαμβάνει τοῦ ἰδίου πατρός. ὡς δὲ τῷ πατρὶ ἀνηγγέλη ἄφιξις τοῦ υἱοῦ, ἐξέρχεται εὐθὺς εἰς συνάντησιν αὐτῷ, περιπλέκεται, καταφιλεῖ, μεγίστην ποιεῖται χαρὰν καὶ δημοτελῆ ἑορτὴν ἐπὶ τῇ παρουσίᾳ τοῦ υἱοῦ αὐτοῦ. Τί δὲ τὸ μετὰ ταῦτα; συγκαθέζονται καταμόνας ἀλλήλοις. καὶ τί ἄν τις εἴποι ἅπερ διείλεκται τότε τῷ βασιλεῖ υἱὸς καὶ μεθ̓ ὅσης τῆς φιλοσοφίας; Τί δὲ ἄλλο γε τὰ τῷ θείῳ Πνεύματι αὐτῷ 5 ὑπηχούμενα, δἰ οὗ οἱ ἁλιεῖς σαγηνεύουσι τῷ

1 John iv. 14

2 Eph. vi. 19

3 Cp Is. xxviii. 16

4 Ez. xviii. 23

5 Mk. i. 17

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: