previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[153] στενάζομεν βαρούμενοι, ἐφ̓ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ̓ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ [p. 258] 1 θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ πάλιν: Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος 2 τοῦ θανάτου τούτου; καὶ αὖθις: Ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. δὲ Προφήτης, Πότε ἥξω, φησί, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; ὅτι δὲ καὶ ἐμοὶ τῷ πάντων ἐλαχιστοτέρῳ οὐδόλως τὸν αἰσθητὸν θάνατον δεδοικέναι δοκεῖ, ἔξεστί σοι γνῶναι τῷ παῤ οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι πρὸς σὲ καὶ τὸν σωτήριόν σοι καταγγεῖλαι λόγον, ἀκριβῶς περ εἰδότα ὡς, εἰ ἔλθοι αὐτῷ εἰς γνῶσιν ταῦτα, μυρίοις με, εἰ δυνατόν, καθυποβαλεῖ θανάτοις. ἀλλ̓ ἔγωγε, τὸν τοῦ Θεοῦ λόγον πάντων προκρίνων καὶ αὐτοῦ ποθῶν ἐπιτυχεῖν, οὔτε πτοοῦμαι τὸν πρόσκαιρον θάνατον, οὔτε τῆς τοιαύτης αὐτὸν προσηγορίας ἄξιον ὅλως ἀποκαλῶ, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ, 3 τῇ λεγούσῃ: Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι: φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ταῦτα μὲν οὖν, φησὶν Ἰωάσαφ, τῆς ἀληθινῆς ὑμῶν φιλοσοφίας τὰ κατορθώματα, ὑπεραναβεβηκότα λίαν τὴν τῶν γηΐνων φύσιν τῶν δυσαποσπάστως τῆς παρούσης ἐχόντων ζωῆς: καὶ μακάριοι ὑμεῖς τοιαύτης ἐχόμενοι ἀνδρειοτάτης

1 Rom. vii. 24

2 Phil. i. 23 i's. xlii. 2

3 Mat. x. 26

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: