previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[276] ἐκείνη καὶ σχῆμα καὶ βλέμμα καὶ φθέγμα καὶ ὅλην ἑαυτὴν πρὸς τὸ θέλγειν καταστήσασα, Συνάφθητί μοι, ἔφη, γάμου κοινωνίᾳ, κἀγώ σου τοῖς προστάγμασι χαίρουσα ἐξακολουθήσω. δέ, Μάτην, φησίν, γύναι, τοιαύτην μοι προέτεινας σκληρὰν ἀξίωσιν: τῆς μὲν γὰρ σῆς ἰσχυρῶς κήδομαι σωτηρίας, καὶ τοῦ βυθοῦ τῆς ἀπωλείας ποθῶ σε ἀνελκῦσαι: μολῦναι δὲ τὸ [p. 462] σῶμά μου δἰ αἰσχρᾶς μίξεως βαρύ μοι καὶ πάντη ἀδύνατον. δέ, ὅλην ὁμαλίζουσα τὴν ὁδὸν αὐτῷ καὶ διαλεαίνουσα, Ἱνατί, φησί, τοιαῦτα φθέγγῃ σύ, πάσης πεπληρωμένος σοφίας; ἱνατί μολυσμὸν τὸ πρᾶγμα καὶ αἰσχρὰν ἐκάλεσας μῖξιν; οὐκ ἀμύητος γάρ εἰμι κἀγὼ τῶν Χριστιανικῶν βιβλίων: ἀλλὰ πολλαῖς μὲν δέλτοις ἐν τῇ πατρίδι μου ἐνέτυχον, πολλῶν δὲ ὁμιλούντων μοι Χριστιανῶν ἀκήκοα. οὐ γέγραπται τοίνυν ἔν τινι 1 τῶν καθ̓ ὑμᾶς βιβλίων, Τίμιος γάμος καὶ 2 κοίτη ἀμίαντος; καί, Κρεῖσσον γαμεῖν πυροῦσθαι; 3 καὶ, Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω; οὐ πάντας τοὺς πάλαι δικαίους, πατριάρχας τε καὶ προφήτας, πάμῳ συναφθῆναι 4 αἱ Γραφαὶ διδάσκουσιν ὑμῶν; οὐ Πέτρον ἐκεῖνον,

1 Heb. xiii. 4

2 1 Cor. vii. 9

3 Mat. xix.

4 Mat. viii. 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: