previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[311] ἑαυτὸν δοκῶν εὐεργετεῖν ἐκ τῆς εἰς αὐτοὺς γενομένης εὐεργεσίας. πλουσιόδωρος γὰρ ὢν τὴν ψυχὴν καὶ τῷ ὄντι βασιλικώτατος, πᾶσιν ἐδίδου δαψιλῶς τοῖς χρῄζουσιν: ἀπειροπλασίους γὰρ ἤλπιζεν ὑπὲρ τούτων ἀμοιβὰς κομίσασθαι ὅταν ἔλθῃ καιρὸς τῆς τῶν ἔργων ἀνταποδόσεως. Πανταχοῦ δὲ τῆς τοιαύτης αὐτοῦ φήμης ἐν ὀλίγῳ διαβαινούσης, πάντες πρὸς αὐτόν, ὥσπερ ὑπό τινος ὀσμῆς μύρου κεκινημένοι, καθ̓ ἑκάστην συνέρρεον, σωμάτων τε ὁμοῦ καὶ ψυχῶν πενίαν ἀποτιθέμενοι, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν. οὐχ φόβος γὰρ καὶ τυραννὶς εἷλκε τὸν λαόν, ἀλλ̓ πόθος καὶ πρὸς αὐτὸν ἐκ καρδίας ἀγάπη. ἥτις ἐκ Θεοῦ καὶ τῆς αὐτοῦ καλλίστης πολιτείας ἐνεφυτεύθη ταῖς πάντων ψυχαῖς. τότε δὴ τότε [p. 520] καὶ οἱ τῷ πατρὶ αὐτοῦ ὑποκείμενοι αὐτῷ μᾶλλον προσετίθεντο, καί, τὴν πλάνην πᾶσαν ἀποτιθέμενοι, τὴν ἀλήθειαν εὐηγγελίζοντο. καὶ μὲν 1 οἶκος τοῦ Ἰωάσαφ ηὔξανε καὶ ἐκραταιοῦτο, δὲ οἶκος τοῦ Ἀβεννὴρ ἠλαττονοῦτο καὶ ἠσθένει, καθάπερ δὴ περὶ τοῦ Δαυῒδ καὶ τοῦ Σαοὺλ τῶν

1 Luke L 80

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: