Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[216]
ἰδεῖν τὸ πᾶσι περιλάμπον τοῦ Θεοῦ μου
φῶς, καὶ αὐτός ποτε περιλάμφθητι τῷ γλυκυτάτῳ
τούτου φωτί. ἵνα τί γὰρ ὅλως τοῖς πάθεσι καὶ
[p. 360]
θελήμασιν ἐξεδόθης τῆς σαρκός, καὶ ἀνάνευσις
1 οὐκ ἔστι; γνῶθι ὅτι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα
δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου: ἐξηράνθη ὁ
χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐκπέπτωκε, τὸ δὲ ῥῆμα
τοῦ Κυρίου μου, τὸ εὐαγγελισθὲν ἐπὶ πάντας,
μενεῖ εἰς τὸν αἰῶνα. τί οὖν οὕτως ἐμμανῶς ἀντέχῃ
καὶ περιέχῃ τῆς δίκην τῶν ἐαρινῶν ἀνθέων μαραινομένης
καὶ ἀφανιζομένης δόξης, καὶ τῆς βδελυρᾶς
καὶ δυσώδους τρυφῆς, καὶ τῶν τῆς γαστρὸς καὶ
ὑπὸ γαστέρα μιαρωτάτων παθῶν, ἅτινα πρὸς
καιρὸν ἡδύνουσι τὰς αἰσθήσεις τῶν ἀνοήτων,
ὕστερον μέντοι πικροτέρας χολῆς ποιοῦνται τὰς
1 Cp. Is. xl. 6, 7
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.