Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[306]
ἤθελεν αἰδέσιμος εἶναι καὶ φοβερός,
ὅσον ἀπὸ τῆς ταπεινοφροσύνης καὶ πραότητος:
ᾧ καὶ μᾶλλον εἷλκε πάντας πρὸς ἑαυτόν, τῷ
εἶναι τοῖς ἔργοις μὲν θαυμάσιος, ἐπιεικὴς δὲ καὶ
[p. 512]
μέτριος τῷ φρονήματι. ὅθεν ἡ ἐξουσία, τὴν
μετριοφροσύνην καὶ ἐπιείκειαν μέγαν συνεργὸν
λαβοῦσα, πάντας εἴκειν αὐτοῦ τοῖς λόγοις πεποίηκεν.
Ἀμέλει οὕτως ἐν ὀλίγῳ χρόνῳ πᾶς ὁ ὑποτελὴς
αὐτῷ λαὸς πολίτης τε καὶ ἐγχώριος τοῖς θεοφθόγγοις
αὐτοῦ ἐμυσταγωγήθη λόγοις, ὡς ἐξαρνήσασθαι
μὲν τὴν πολύθεον πλάνην καὶ ἀπορραγῆναι
τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων,
τῇ ἀπλανεῖ δὲ προστεθῆναι πίστει, καὶ ταῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.