previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[295] αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοὖ, τί ἂν εἴποις, θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὰ ἑαυτῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς σούς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σά, οὐκ ἄν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχύν, 1 ἠλαττοῦτο καὶ ἐξησθένει. Εἶδον γάρ, φησί, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου: καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη τόπος αὐτοῦ. Περὶ ὑμῶν ταῦτα εἴρηκεν Προφήτης τῶν [p. 494] ὑπασπιστῶν τῆς εἰδωλομανίας. μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῇ τόπος ὑμῶν, ἀλλ̓, ὡς 2 ἐκλείπει καπνός, ἐκλείψετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. περὶ δὲ τῆς Εὐαγγελικῆς 3 θεογνωσίας εἶπεν Κύριος: οὐρανὸς καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ 4 παρέλθωσι. καί: Σὺ κατ̓ ἀρχάς, Κύριε, φησὶν αὖθις ψαλμῳδός, τὴν γῆν ἐθεμελίωσας, καὶ

1 Ps. xxxnii. 35

2 Ps. lxviii, 2

3 Mat. xxinv. 35

4 Ps. cii. 25

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: