previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[247] ἑτέρων τινῶν: ὕστερον δὲ αὐτὸν μοιχεύοντα τὴν Ἀφροδίτην δεθῆναι αὐτὸν ὑπὸ τοῦ νηπίου Ἔρωτος καὶ ὑπὸ Ἡφαίστου. πῶς οὖν θεός ἐστιν ἐπιθυμητὴς καὶ πολεμιστὴς καὶ δέσμιος καὶ μοιχός; Τὸν δὲ Διόνυσον παρεισάγουσι θεὸν εἶναι, νυκτερινὰς ἄγοντα ἑορτὰς καὶ διδάσκαλον μέθης, καὶ ἀποσπῶντα τὰς τῶν πλησίον γυναῖκας, καὶ μαινόμενον καὶ φεύγοντα: ὕστερον δὲ αὐτὸν σφαγῆναι ὑπὸ τῶν Τιτάνων. εἰ οὖν Διόνυσος σφαγεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, ἀλλὰ καὶ μαινόμενος ἦν καὶ μέθυσος καὶ δραπέτης, πῶς ἂν εἴη θεός; Τὸν δὲ Ἡρακλῆν παρεισάγουσι μεθυσθῆναι καὶ μανῆναι, καὶ τὰ ἴδια τέκνα σφάξαι, εἶτα πυρὶ ἀναλωθῆναι καὶ οὕτως ἀποθανεῖν. πῶς δ̓ ἂν εἴη θεός, μέθυσος καὶ τεκνοκτόνος, καὶ κατακαιόμενος; πῶς ἄλλοις βοηθήσει, ἑαυτῷ βοηθῆσαι μὴ δυνηθείς; Τὸν δὲ Ἀπόλλωνα παρεισάγουσι θεὸν εἶναι ζηλωτήν, ἔτι δὲ καὶ τόξον καὶ φαρέτραν κρατοῦντα, ποτὲ δὲ καὶ κιθάραν καὶ ἐπαυθίδα, καὶ μαντευόμενον τοῖς ἀνθρώποις χάριν μισθοῦ. ἄρα ἐπενδεής ἐστιν: ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι ἐνδεῆ καὶ ζηλωτὴν καὶ κιθαρῳδόν. [p. 412] Ἄρτεμιν δὲ παρεισάγουσιν ἀδελφὴν αὐτοῦ εἶναι, κυνηγὸν οὖσαν, καὶ τόξον ἔχειν μετὰ φαρέτρας, καὶ ταύτην ῥέμβεσθαι κατὰ τῶν ὀρέων μόνην μετὰ τῶν κυνῶν, ὅπως θηρεύσει ἔλαφον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: