previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[174] αὐτῆς ἔχουσι, καθὰ δὴ προλαβὼν εἶπον. 1 Σὺ δὲ λοιπὸν ἐλευθερωθεὶς ταύτης διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τὸν Χριστὸν ἐνδεδυμένος τῇ τοῦ θείου Πνεύματος χάριτι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον, καὶ μηδόλως [p. 294] 2 ἔτι τοῖς πάθεσι θύραν ἀνοίξῃς: ἀλλὰ τῇ εὐωδίᾳ καὶ λαμπρότητι τῶν ἀρετῶν κοσμήσας σου τὴν ψυχήν, ναὸν αὐτὴν ποίησον τῆς ἁγίας Τριάδος, τῇ ταύτης θεωρίᾳ πάσας σου τὰς τοῦ νοὸς δυνάμεις ἀπασχολήσας. εἰ γὰρ βασιλεῖ τις ἐπιγείῳ συνδιάγων καὶ διαλεγόμενος μακαριστὸς πᾶσι δείκνυται, Θεῷ διαλέγεσθαι καὶ συνεῖναι τῷ νοῒ καταξιωθείς πόσης ἀπολαύσεται μακαριότητος; αὐτὸν οὖν ἐνοπτρίζου πάντοτε, καὶ αὐτῷ προσομίλει. πῶς δὲ προσομιλήσεις Θεῷ; τῇ διὰ προσευχῆς καὶ δεήσεως πρὸς αὐτὸν ἐγγύτητι. γὰρ πόθῳ θερμοτάτῳ καὶ καρδίᾳ κεκαθαρμένῃ προσευχόμενος, πάντων μὲν τῶν ὑλικῶν καὶ χαμαιζήλων μακρύνας τὸν νοῦν, ὡς ἐνώπιος δὲ ἐνωπίῳ παριστάμενος τῷ Θεῷ, φόβῳ τε καὶ τρόμῳ τὰς δεήσεις αὐτῷ προσάγων, τοιοῦτος

1 Luke i. 78

2 Cp. Acts xin. 27

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: