previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[363] ἑαυτῷ καὶ ἑαυτὸν τῷ κόσμῳ, ἐν εἰρήνῃ πρὸς τὸν τῆς εἰρήνης ἀναλύει Θεόν, καὶ πρὸς τὸν ἀεὶ ποθούμενον ἐκδημεῖ Δεσπότην, καὶ τῷ προσώπῳ Κυρίου ἀμέσως καὶ καθαρῶς ἐμφανίζεται, τῷ τῆς [p. 606] ἐκεῖθέν τε δόξης ἤδη προηυτρεπισμένῳ αὐτῷ στεφάνῳ κοσμεῖται, καὶ Χριστὸν βλέπειν καταξιοῦται, Χριστῷ συνεῖναι, Χριστοῦ τῷ κάλλει διὰ παντὸς ἐναγάλλεσθαι, οὗπερ εἰς χεῖρας τὴν 1 ἑαυτοῦ ψυχὴν παραθέμενος, ἐν τῇ τῶν ζώντων 2 μετεφοίτησε χώρᾳ, ἔνθα ἦχος ἑορταζόντων, ἔνθα τῶν εὐφραινομένων κατοικία. Τὸ δέ γε τίμιον αὐτοῦ σῶμα ἐκ γειτόνων αὐτῷ τὰς οἰκήσεις ποιούμενός τις ἀνὴρ ἅγιος, ὃς καὶ τὴν πρὸς βαρλαάμ πορείαν ἐκείνῳ ποτὲ ὑπέδειξε, θείᾳ τινὶ μυηθεὶς ἀποκαλύψει κατ̓ αὐτὴν τὴν ὥραν τῆς τελειώσεως αὐτοῦ παραγίνεται, καὶ ὕμνοις ἱεροῖς τιμήσας, δάκρυά τε κατασπείσας, σύμβολον τοῦ πρὸς αὐτὸν πόθου, τἄλλα δὴ τὰ νενομισμένα Χριστιανοῖς πάντα τελέσας, ἐν τῷ τοῦ πατρὸς ἔθετο Βαρλαάμ μνήματι. συνεῖναι γὰρ ἔδει τὰ σώματα ὧν αἱ ψυχαὶ συνδιαιωνίζειν ἔμελλον ἀλλήλαις. Προστάγματι δέ τινος φοβερωτάτου κατ̓ ὄναρ κραταιῶς ἐπισκήπτοντος πεισθείς, τοῦτον

1 Ps. cxvi. 9

2 Cp. Ps. lxxxvii. 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: