previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[264] ἐνεγκὼν πλησίον αὐτοῦ συνεδριάζειν πεποίηκεν. εἶτα λέγει Θευδᾶς τῷ βασιλεῖ: Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι, τῇ τῶν μεγίστων θεῶν εὐμενείᾳ σκεπόμενος. ἤκουσα γὰρ ἀγῶνά σε μέγαν ἀγωνίσασθαι κατὰ τῶν Γαλιλαίων καὶ λαμπροτάτοις διαδήμασι νίκης καταστεφθῆναι. διὸ ἐλήλυθα, ἵνα εὐχαριστήριον ἑορτὴν ὁμοῦ τελέσωμεν, νεανίσκους τε ὡραίους καὶ κόρας εὐόπτους τοῖς ἀθανάτοις θεοῖς καταθύσωμεν, ταύρους τε ἑκατὸν καὶ ζῷα τούτοις πλεῖστα προσενέγκωμεν, ὡς ἂν ἔχοιμεν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς συμμάχους ἀηττήτους, ὅλον ἡμῖν τὸν Βίον ἐξομαλίζοντας. Πρὸς ταῦτα βασιλεύς, Οὐ νενικηκαμεν, ἔφη, πρεσβύτα: οὐ νενικήκαμεν, ἀλλ̓ ἀνὰ κράτος μᾶλλον ἡττήμεθα. οἱ γὰρ ὑπὲρ ἡμῶν καθ̓ ἡμῶν ἐξαίφνης γεγόνασι. παράβακχόν τε καὶ μανικὴν καὶ ἀσθενῆ τὴν ἡμετέραν εὑρόντες παράταξιν, τέλεον ταύτην κατέβαλον. νυνὶ δέ, εἴ τίς σοι δύναμις πρόσεστι καὶ ἰσχὺς εἰς τὸ βοηθῆσαι τῇ κάτω κειμένῃ θρησκείᾳ ἡμῶν καὶ ταύτην αὖθις ἀνορθῶσαι, ἀνάγγειλόν μοι. δὲ Θευδᾶς τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις [p. 444] τῷ βασιλεῖ: Τὰς μὲν τῶν Γαλιλαίων ἐνστάσεις καὶ ματαιολογίας μὴ φοβοῦ, βασιλεῦ: τίνα γάρ εἰσι τὰ παῤ αὐτῶν λεγόμενα πρὸς ἄνδρας λογικοὺς καὶ ἐχέφρονας; ἅτινα, ἐμοὶ δόξαν, ῥᾳδίως καταβληθήσεται μᾶλλον φύλλον ἀνέμῳ κατασεισθέν. οὐδὲ γὰρ κατὰ πρόσωπόν μου ἐλθεῖν ὑπομενοῦσι μὴ ὅτι γε καὶ λόγον συνᾶραι καὶ εἰς προτάσεις μοι καὶ ἀντιθέσεις χωρῆσαι. ἀλλ̓, ἵνα τοῦτό τε τὸ προκείμενον ἀγώνισμα καὶ πᾶν ὁτιοῦν ἂν βουληθείημεν ἐπ̓ εὐθείας ἡμῖν γένοιτο

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: