previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[361] [p. 602] εἰσηκούσθη σου πολλὴ περὶ αὐτοῦ δέησις; δὲ Ἰωάσαφ, ὡς εἴθιστο ἀεὶ λέγειν αὐτῷ, Συγχώρησον, ἔφη, Πάτερ, συγχώρησον. ποῦ δὲ αὐτὸς οἰκεῖς γνώρισόν μοι. Ἐν ταύτῃ, φησί, τῇ μεγάλῃ καὶ περικαλλεῖ πόλει: οἰκεῖν ἔλαχον ἐν μεσαιτάτῃ τῆς πόλεως πλατείᾳ φωτὶ καταστραπτομένῃ ἀπλέτῳ. ἀξιοῦν δὲ αὖθις Ἰωάσαφ ἐδόκει τὸν Βαρλαὰμ εἰς τὸ ἑαυτοῦ ἀπαγαγεῖν αὐτὸν σκήνωμα καὶ φιλοφρόνως ξεναγῆσαι. ἀλλ̓ οὔπω τὸν καιρὸν ἥκειν, ἔλεγεν ἐκεῖνος, πρὸς ἐκεῖνά σε τὰ σκηνώματα ἐλθεῖν, ἔτι τῷ φορτίῳ τοῦ σώματος ὑποκείμενον. Εἴπερ οὖν ἀνδρείως καρτερήσεις, καθάπερ σοι ἐνετειλάμην, ἥξεις μικρὸν ὕστερον, καὶ τῶν αὐτῶν ἀξιωθήσῃ σκηνωμάτων, τῆς αὐτῆς τεύξῃ χαρᾶς τε καὶ δόξης, καὶ συνδιαιωνίζων ἔσῃ μοι. ἔξυπνος δὲ ἐπὶ τούτοις γενόμενος, Ἰωάσαφ τοῦ φωτὸς ἐκείνου καὶ τῆς ἀρρήτου δόξης εἶχε τὴν ψυχὴν ἔτι πεπληρωμένην, καὶ σὺν πολλῷ τῷ θαύματι τῷ Δεσπότῃ χαριστήριον ἀνέπεμπεν ὕμνον. Ἔμεινε δὲ μέχρι τέλους τὴν ἀγγελικὴν ἀληθῶς ἐπὶ γῆς ἀνύων διαγωγήν, καὶ σκληροτέρᾳ ἀσκήσει μετὰ τὴν παρέλευσιν τοῦ γέροντος χρώμενος: πέμπτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τὴν ἐπίγειον καταλιπὼν βασιλείαν καὶ τὸν ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, πέντε δὲ καὶ τριάκοντα χρόνους ἐν τῇ πανερήμῳ ταύτῃ ἀσκήσας, ὥσπερ τις ἄσαρκος, τὴν ὑπὲρ ἄνθρωπον ἄσκησιν, πολλὰς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: