previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[36] καὶ εἰς ἄκρον πᾶσαν μοναχικὴν μετελθὼν πολιτείαν: ὅθεν μὲν ὁρμώμενος καὶ ἐκ ποίου γένους οὐκ 1 ἔχω λέγειν, ἐν πανερήμῳ δέ τινι τῆς Σενααρίτιδος γῆς τὰς οἰκήσεις ποιούμενος, καὶ τῆς ἱερωσύνης τετελειωμένος τῇ χάριτι. Βαρλαὰμ ἦν ὄνομα τούτῳ τῷ γέροντι. οὗτος οὖν ἀποκαλύψει τινὶ θεόθεν αὐτῷ γενομένῃ γνοὺς τὰ κατὰ τὸν υἱὸν τοῦ βασιλέως, ἐξελθὼν τῆς ἐρήμου, πρὸς τὴν οἰκουμένην κατῆλθε. καί, ἀμείψας τὸ ἑαυτοῦ σχῆμα, ἱμάτιά τε κοσμικὰ ἀμφιασάμενος, καὶ νηὸς ἐπιβάς, ἀφίκετο εἰς τὰ τῶν Ἰνδῶν βασίλεια, καὶ ἐμπόρου ὑποδὺς προσωπεῖον, τὴν πόλιν καταλαμβάνει, ἔνθα δὴ τοῦ βασιλέως υἱὸς τὸ παλάτιον εἶχε. καί, ἡμέρας διατρίψας ἐκεῖσε πολλάς, ἠκριβολογήσατο τὰ κατ̓ αὐτὸν καὶ τίνες οἱ τούτῳ πλησιάζοντες. μαθὼν οὖν τὸν ἀνωτέρω ῥηθέντα παιδαγωγὸν πάντων αὐτῷ μᾶλλον οἰκειότατον εἶναι, προσελθὼν αὐτῷ κατ̓ ἰδίαν, ἔφη: 2 Γινώσκειν σε βούλομαι, κύριέ μου, ὅτι ἔμπορος ἐγὼ ἐκ μακρᾶς ἐλήλυθα χώρας, καὶ ὑπάρχει μοι λίθος τίμιος, παρόμοιος πώποτε οὐχ εὑρέθη. καὶ οὐδενὶ μέχρι τοῦ νῦν τοῦτον ἐφανέρωσα: σοὶ δὲ κατάδηλον ἤδη ποιῶ, συνετόν τε καὶ νουνεχῆ βλέπων σε ἄνδρα, ὡς ἂν εἰσαγάγῃς με πρὸς τὸν

1 Gen. x. 10; xi. 2; xiv. 1; Is. xi. 11; Dan. i. 2

2 Cp. Mat. xiii. 45

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: