previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[211] καὶ ἀγαθὰ τὰ κρείττονα καὶ λόγου καὶ ἀκοῆς. αὐτὸς γάρ ἐστιν κραταιὸς καὶ μόνος 1 δυνάστης, Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, οὗ τὸ κράτος ἄμαχον καὶ δυναστεία ἀνείκαστος, μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζόμενος, εἰς βεβάπτισμαι. καὶ ὁμολογῶ, δοξάζω τε καὶ προσκυνῶ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν ὁμοούσιόν τε καὶ ἀσύγχυτον, ἄκτιστόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπεριόριστον, ἀσώματον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόριστον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης καὶ φωτὸς ἀϊδίου, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, συνέχοντά [p. 354] τε πάντα καὶ συντηροῦντα, πάντων προνοούμενον, κρατοῦντά τε πάντων καὶ βασιλεύοντα. 2 οὔτε γὰρ ἐγένετό τι τῶν ὄντων χωρὶς αὐτοῦ, οὔτε τῆς αὐτοῦ προνοίας ἄνευ συνίστασθαί τι δύναται: αὐτὸς γάρ ἐστι πάντων ζωή, πάντων σύστασις, πάντων φωτισμός, ὅλος γλυκασμὸς καὶ ἐπιθυμία ἀκόρεστος, καὶ πάντων τῶν ἐφετῶν τὸ ἀκρότατον. τὸ καταλιπεῖν οὖν τὸν οὕτως ἀγαθόν, οὕτω σοφόν, οὕτω δυνατὸν Θεόν, καὶ δαίμοσιν ἀκαθάρτοις, δημιουργοῖς πάντων τῶν παθῶν, λατρεῦσαι, ξοάνοις τε κωφοῖς καὶ ἀλάλοις σέβας ἀπονεῖμαι, τοῖς μήτε οὖσί τι μήτε ἐσομένοις, πόσης οὐκ ἂν εἴη πέρα ἀνοίας 3 καὶ παραφροσύνης; πότε γὰρ ἠκούσθη τις λαλιὰ

1 1 Tim. vi. 15 Rev. xix. 16

2 John i. 3

3 Ps. cxiv_ 5; cxxxv. 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: