previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[55] αὐτοῦ, καί, ἀφθαρτίσας τὴν σάρκα τῆς ἀφθαρσίας 1 πάροχος, ὤφθη τοῖς μαθηταῖς, εἰρήνην αὐτοῖς δωρούμενος καὶ δἰ αὐτῶν παντὶ τῷ γένει τῶν ἀνθρώπων. 2 Μεθ̓ ἡμέρας δὲ τεσσαράκοντα εἰς οὐρανοὺς ἀνεφοίτησε, [p. 96] 3 καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, 4 ὃς καὶ μέλλει πάλιν ἔρχεσθαι κρῖναι ζῶντας 5 καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μετὰ δὲ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς 6 ἀνάληψιν, ἀπέστειλε τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἐν εἴδει πυρός, καὶ ἤρξαντο ξέναις γλώσσαις λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι. ἐντεῦθεν οὖν τῇ 7 χάριτι αὐτοῦ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη, καὶ ἐκήρυξαν τὴν ὀρθόδοξον πίστιν, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάσας τὰς ἐντολὰς τοῦ Σωτῆρος. ἐφώτισαν οὖν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων κατήργησαν. κἂν μὴ φέρων ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ̓ ἡμῶν τῶν πιστῶν ἐγείρει, πείθων τοὺς ἄφρονας καὶ ἀσυνέτους

1 John xx. 19

2 Luke xxiv. 50

3 Acts i. 1-11

4 2 Tim. iv. 1

5 Mat. xvi. 27

6 Acts ii. 3, 4

7 Mat. xxviii. 19, 20

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: