previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[38] πάντη ἀμόλυντον. εἰ γάρ τις, μὴ τὰ δύο ταῦτα καλὰ ἔχων, προπετῶς ἐμβλέψειε τῷ τιμίῳ λίθῳ τούτῳ, καὶ αὐτὴν δήπου ἣν ἔχει ὀπτικὴν δύναμιν [p. 66] καὶ τὰς φρένας προσαπολέσειεν. ἐγὼ δέ, οὐκ ἀμύητος τῆς ἰατρικῆς ἐπιστήμης ὑπάρχων, καθορῶ σου τοὺς ὀφθαλμοὺς μὴ ὑγιῶς ἔχοντας, καὶ δέδοικα μὴ καὶ ἧς ἔχεις ὁράσεως στέρησιν προξενήσω. ἀλλὰ τὸν υἱὸν τοῦ βασιλέως ἀκήκοα βίον μὲν ἔχειν σώφρονα, τοὺς ὀφθαλμοὺς δὲ ὡραίους καὶ ὑγιῶς ὁρῶντας: τούτου χάριν ἐκείνῳ ὑποδεῖξαι τὸν θησαυρὸν τοῦτον τεθάρρηκα. σὺ οὖν μὴ ἀμελῶς περὶ τούτου διατεθῇς, μηδὲ πράγματος τοιούτου τὸν κύριόν σου ἀποστερήσῃς. δὲ πρὸς αὐτόν, Καὶ εἰ ταῦτα, φησίν, οὕτως ἔχει, μή μοι τὸν λίθον ὑποδείξῃς: ἐν ἁμαρτίαις γὰρ πολλαῖς βίος μου ἐρρύπωται: οὐχ ὑγιῶς δὲ καὶ τὴν ὅρασιν, καθὼς εἶπας, κέκτημαι. ἀλλ̓ ἐγώ, τοῖς σοῖς πεισθεὶς ῥήμασι, γνωρίσαι ταῦτα τῷ κυρίῳ μου καὶ βασιλεῖ οὐκ ὀκνήσω. εἶπε ταῦτα, καὶ εἰσελθὼν κατὰ μέρος πάντα τῷ υἱῷ τοῦ βασιλέως ἀπήγγειλεν. ἐκεῖνος δέ, ὡς ἤκουσε τὰ τοῦ παιδαγωγοῦ ῥήματα, χαρᾶς τινὸς καὶ θυμηδίας πνευματικῆς ᾔσθετο, τῇ αὐτοῦ ἐμπνευσάσης καρδίᾳ, καί, ἔνθους ὥσπερ γενόμενος τὴν ψυχήν, ἐκέλευσε θᾶττον εἰσαγαγεῖν τὸν ἄνδρα. Ὡς οὖν εἰσῆλθεν Βαρλαάμ, καὶ δέδωκεν αὐτῷ 1 τὴν πρέπουσαν εἰρήνην, ἐπέτρεψεν αὐτὸν καθεσθῆναι, καί, τοῦ παιδαγωγοῦ ὑποχωρήσαντος, λέγει Ἰωάσαφ τῷ γέροντι: Ὑπόδειξόν μοι τὸν

1 Luke x. 5

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: