previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[163] Πατρὸς μὲν ἀγεννησία, Υἱοῦ δὲ γέννησις, Πνεύματος δὲ ἐκπόρευσις. Οὕτω μὲν οὖν ταῦτα πίστευε: καταλαβεῖν δὲ τὸν τρόπον τῆς γεννήσεως τῆς ἐκπορεύσεως μὴ 1 ἐπιζήτει ῾ἀκατάληπτος γάῤ: ἐν εὐθύτητι καρδίας ἀπεριέργως προσδέχου ὅτι Πατὴρ καὶ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως, καὶ ὅτι μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ τὴν ἡμετέραν σωτηρίαν 2 κατῆλθεν ἐπὶ τῆς γῆς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ [p. 276] συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ἀσπόρως συλληφθεὶς 3 ἐν τῇ μήτρᾳ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας διὰ Πνεύματος Ἁγίου, καὶ ἀφθόρως ἐξ αὐτῆς γεννηθείς, καὶ ἄνθρωπος τέλειος γενόμενος, καὶ ὅτι αὐτὸς Θεὸς τέλειός ἐστι καὶ ἄνθρωπος τέλειος, γενόμενος ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς, θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ αὐτεξουσίοις, καὶ κατὰ πάντα τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητι, φημί, καὶ ἀνθρωπότητι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει. καὶ ταῦτα ἀπεριέργως δέχου, μηδόλως τὸν 4 τρόπον μαθεῖν ἐκζητῶν, πῶς ἑαυτὸν ἐκένωσεν ο Υἱὸς τοῦ Θεοῦ καὶ ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν

1 Ps. cxix. 7

2 Eph. f. 5

3 Mat. i. 20,23 Luke i. 35 ; Is. vii. 11

4 Phil. ii. 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: