previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[206] 1 ἐψεύσατο ἀδικία ἑαυτῇ, τὸ τοῦ θείου φάναι Δαυΐδ, καὶ δικαιοσύνη νικᾷ τὴν ἀνομίαν, τέλεον αὐτὴν καταβαλοῦσα καὶ τὸ μνημόσυνον αὐτῆς 2 ἀπολέσασα μετ̓ ἤχου, ὡς ἐν τοῖς ἑξῆς δηλώσειεν λόγος. Μετὰ γοῦν δύο ἡμέρας βασιλεὺς παραγίνεται πρὸς τὸ τοῦ υἱοῦ παλάτιον. καὶ τούτου εἰς ὑπάντησιν ἐξελθόντος, οὐκ ἠσπάσατο συνήθως πατήρ: ἀλλ̓, ἀχθομένῳ ὥσπερ καὶ ὀργιζομένῳ ἐοικώς, εἰσελθὼν ἐν τῷ βασιλικῷ κοιτῶνι, σκυθρωπάζων ἐκαθέσθη. εἶτα, τὸν υἱὸν προσκαλεσάμενος, ἔφη: Τίς διηχοῦσά μου τὰς ἀκοὰς φήμη, τέκνον, καὶ ἀθυμίαις μου τὴν ψυχὴν κατατήκουσα; οὐδένα γὰρ τῶν ἀνθρώπων τοσαύτης ἐμπιπλᾶσθαι χαρᾶς ποτε οἶμαι ἐπὶ τέκνου γεννήσει, ὅσης ἐγὼ ἐπὶ σοὶ μετέσχον θυμηδίας: [p. 348] οὐδ̓ αὖ πάλιν λυπηθῆναί τινα καὶ κακῶς παρὰ παιδὸς διατεθῆναι δοκῶ, ὡς σύ με νῦν διέθηκας καὶ τὴν ἐμὴν ἠτίμασας πολιάν, τὸ φῶς τε

1 Ps. xxvi. 12

2 Ps. ix. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: