previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[200] καὶ τὴν τῶν θεῶν τιμὴν τῷ Ἰησοῦ ἀπονέμειν κηρύττετε. ἴνα οὖν μή, τῇ ὑμετέρᾳ ἀπάτῃ ἐξακολουθοῦντες, οἱ λαοὶ ἔρημον τὴν γῆν καταλίπωσι, καί, τῶν πατρίων ἀποστάντες θεῶν, ἀλλοτρίῳ λατρεύσωσι, τιμωρίαις ὑμᾶς καὶ θανάτοις ὑποβαλεῖν δίκαιον ἔκρινα. δὲ μοναχὸς φησίν: Εἰ πάντας μετέχειν τῶν ἀγαθῶν τοῦ βίου ὀρέγῃ, τί μὴ πᾶσιν ἐπ̓ ἴσης μεταδίδως τῆς τρυφῆς καὶ τοῦ πλούτου, ἀλλ̓ οἱ μὲν πλείους πενίᾳ ταλαιπωροῦνται, σὺ δὲ τὰ αὐτῶν προσαφαρπάζων τοῖς ἑαυτοῦ προστίθης; οὐκ ἄρα τῆς τῶν πολλῶν φροντίζεις σωτηρίας, ἀλλὰ τὴν ἰδίαν πιαίνεις σάρκα, ὕλην ἑτοιμάζων τῇ τῶν σκωλήκων καταβρώσει. διὰ τοῦτο, καὶ τὸν τῶν πάντων ἀπαρνησάμενος Θεόν, τοὺς μὴ ὄντας προσηγόρευσας θεούς, τοὺς πάσης παρανομίας ἐφευρετάς, ἵνα σοι, κατὰ μίμησιν αὐτῶν ἀσελγαίνοντι καὶ παρανομοῦντι, τὸ μιμητὴς ἀναγορεύεσθαι τῶν θεῶν σου προσγένηται. οἷα γὰρ οἱ θεοὶ ὑμῶν [p. 338] ἔπραξαν, πῶς οὐχὶ καὶ οἱ προσέχοντες αὐτοῖς ἄνθρωποι πράξουσι; πλάνην οὖν μεγάλην πεπλάνησαι, βασιλεῦ. δέδοικας δὲ μή τινας τοῦ λαοῦ πείσαιμεν, τοῖς ἡμετέροις συνθεμένους, ἀποστῆναί σου τῆς χειρὸς καὶ τῇ τὰ πάντα συνεχούσῃ προσοικειωθῆναι χειρί: θέλεις γὰρ πολλοὺς εἶναι τοὺς ὑπουργοὺς τῆς σῆς πλεονεξίας, ἵν̓ αὐτοὶ μὲν ταλαιπωρῶσι, σοὶ δὲ τὰ παῤ αὐτῶν προσγένοιτο κέρδη. ὃν τρόπον κύνας τις τρέφων ὄρνεα εἰς θήραν τιθασσευόμενα, πρὸ μὲν τῆς θήρας κολακεύων ταῦτα φαίνοιτο, ἡνίκα δὲ κατάσχωσί

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: