previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[345] βίον. καὶ τούτῳ θερμότατα περιχυθεὶς καὶ ἀσπασάμενος, τοῦ Βαρλαὰμ ἠρώτα τὸ σκήνωμα εὑρεῖν, καὶ τὰ καθ̓ ἑαυτὸν διεξῄει, δῆλα τῷ ἀνδρὶ θέμενος. δἰ αὐτοῦ τοίνυν τὸν τόπον διδαχθεὶς τῆς τοῦ ζητουμένου οἰκήσεως, καταλαμβάνει τάχιστα, ὡς ὅταν θηρευτὴς ἐμπειρότατος ἴχνεσιν ἐπιτύχῃ τοῦ θηράματος. καὶ φθάσας τινὰ σημεῖα τὰ παρὰ τοῦ ἄλλου γέροντος διδαχθέντα αὐτῷ, ἐπορεύετο χαίρων καὶ τῇ ἐλπίδι ῥωννύμενος, ὡς νήπιος ἐκ μακροῦ χρόνου τὸν πατέρα ἐλπίζων θεάσασθαι. ὅταν γὰρ κατὰ Θεὸν πόθος εἰς ψυχὴν ῥαγῇ, πολλῷ τοῦ φυσικοῦ δείκνυται θερμότερός τε καὶ βιαιότερος. Ἐφίσταται τοίνυν τῇ θύρᾳ τοῦ σπηλαίου, καὶ κρούσας, Εὐλόγησον, εἶπε, Πάτερ, εὐλόγησον. ὡς δὲ τῆς φωνῆς ἀκούσας ἐξῆλθεν Βαρλαὰμ τοῦ σπηλαίου, ἐγνώρισε τῷ πνεύματι τόν, κατά γε τὴν ἔξω θέαν, οὐκ εὐχερῶς γνωρισθῆναι δυνάμενον, διὰ τὴν θαυμαστὴν ἐκείνην μεταβολὴν καὶ ἀλλοίωσιν ἣν ἠλλοίωτο καὶ μετεβέβλητο τῆς ὄψεως ἐκείνης τῆς προτέρας 1 καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος, μεμελανωμένος μὲν ἐκ τῆς ἡλιακῆς καύσεως, κατάκομος δὲ ταῖς θριξίν, ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας [p. 576] καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων ταῖς ῥοαῖς τῶν δακρύων καὶ τῇ πολλῇ τῆς ἐνδείας ταλαιπωρίᾳ. ἔγνω δὲ καὶ Ἰωάσαφ τὸν πνευματικὸν πατέρα. τοὺς χαρακτῆρας μάλιστα τῆς ὄψεως ἔχοντα τοὺς αὐτούς. στὰς οὖν εὐθὺς κατὰ ἀνατολάς, γέρων εὐχὴν ἀνέπεμψε τῷ Θεῷ εὐχαριστήριον. καὶ μετὰ τὴν εὐχὴν ἐπειπόντες τὸ

1 Cp. Job xxx. 30; Cant i. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: