previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[313] φεῦ καὶ τῶν Χριστιανῶν οὐκ ὀλίγους ἀνελόντες, οἵτινες, τῇ συνεργούσῃ αὐτοῖς ἀμάχῳ δυνάμει κραταιούμενοι, διὰ τέλους πρὸς τὴν ἡμετέραν ὠμότητα ὑπερέσχον. νυνὶ δέ, τὴν παχεῖαν ἐκείνην ἀχλὺν τῶν ἡμετέρων ὀμμάτων περιελόντες, αὐγήν τινα μικρὰν τῆς ἀληθείας ὁρῶμεν, καὶ τῶν προτέρων μεταμέλεια εἰσέρχεται κακῶν. ἀλλὰ καὶ ταύτην τὴν αὐγὴν νέφος ἄλλο δεινῆς ἀπογνώσεως ἐπιπολάζον σκοτίζειν πειρᾶται, τὸ πλῆθος προβαλλόμενον τῶν ἐμῶν κακῶν, καὶ ὅτι βδελυκτὸς ἤδη ἐγὼ τῷ Χριστῷ καὶ ἀπρόσδεκτός εἰμι, ὡς ἀποστάτης καὶ πολέμιος αὐτοῦ γεγονώς. τί οὖν πρὸς ταῦτα, τέκνον γλυκύτατον, λέγεις αὐτός, δῆλά μοι τάχιστα ποίησον, καὶ τί δεῖ ποιεῖν με τὸν σὸν πατέρα δίδαξον, καὶ πρὸς ἐπίγνωσιν χειραγώγησον τοῦ συμφέροντος. Ταύτην τὴν ἐπιστολὴν Ἰωάσαφ δεξάμενος, καὶ τὰ ἐμφερόμενα ἐπελθών, ἡδονῆς ὁμοῦ καὶ θαύματος τὴν ψυχὴν ἐπληροῦτο. εἰς τὸ ἑαυτοῦ δὲ ταμιεῖον εἰσελθὼν εὐθὺς καὶ ἐπὶ πρόσωπον πεσὼν ἐνώπιον τοῦ Δεσποτικοῦ χαρακτῆρος, δάκρυσι τὴν γῆν κατέβρεχεν, εὐχαριστῶν ὁμοῦ τῷ δεσπότῃ καὶ ἐξομολογούμενος, καὶ χείλη ἀγαλλιάσεως κινῶν πρὸς ὑμνῳδίαν: 1 Ὑψώσω σε, λέγων, Θεός μου καὶ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος: μέγας εἶ, Κύριε, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης σου [p. 524] 2 οὐκ ἔστι πέρας. καὶ τίς λαλήσει τὰς δυναστείας σου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, 3 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων; ἰδοὺ γὰρ

1 Ps. cxlv. 1, 3

2 Ps. cvi. 2

3 Ps. cxiv. 8

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: