previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[347] φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων, ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσῃς ἑαυτῷ. δῴη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν σὸς πατήρ, καὶ εἰσέτι, τῇ προτέρᾳ φερόμενος ἀφροσύνῃ, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται. Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν Ἰωὰσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδημιαν [p. 578] γέγονεν αὐτῷ, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διῄει. δὲ γέρων, ἀκούων σὺν ἡδονῇ καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε: Δόξα σοι, Θεὸς ἡμῶν, ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῇ ψυχῇ κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως 1 ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ Δεσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον, καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δἰ αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῇ ἀληθινῇ ἐφώτισας θεογνωσίᾳ. Οὕτω παῤ ἀμφοτέρων ηὐχαριστεῖτο Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῇ τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἑσπέρα. καὶ

1 Mat. xiii. 23

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: