previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοῖς τοιούτοις οὖν δόγμασι καὶ λόγοις σωτηρίοις κατηχήσας Βαρλαὰμ τὸν τοῦ βασιλέως υἱὸν καὶ πρὸς τὸ θεῖον βάπτισμα εὐτρεπίσας, νηστεύειν τε καὶ εὔχεσθαι ἐντειλάμενος, κατὰ τὸ ἔθος, ἐφ̓ ἱκανὰς ἡμέρας, οὐ διέλιπε συχνάζων πρὸς αὐτόν, καὶ πᾶσαν δογματικὴν φωνὴν τῆς ὀρθοδόξου πίστεως ἐκδιδάσκων καὶ τὸ θεῖον Εὐαγγέλιον ὑπαγορεύων αὐτῷ, πρὸς δὲ καὶ τὰς ἀποστολικὰς παραινέσεις καὶ τὰς προφητικὰς ῥήσεις ἑρμηνεύων: θεοδίδακτος γὰρ ὢν ἀνὴρ πᾶσαν ἐπὶ στόματος Παλαιάν τε καὶ Καινὴν Γραφὴν ἔφερε, καί, τῷ θείῳ κινούμενος Πνεύματι, ἐφώτισεν αὐτὸν πρὸς τὴν ἀληθῆ θεογνωσίαν. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ὅτε βαπτισθῆναι ἔμελλε, διδάσκων αὐτόν, ἔλεγεν: Ἰδοὺ τὴν τοῦ Χριστοῦ 1 ἐπείγῃ λαβεῖν σφραγῖδα, καὶ τῷ φωτὶ σημειωθῆναι τοῦ προσώπου Κυρίου. καὶ υἱὸς μὲν γίνῃ Θεοῦ, ναὸς δὲ τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος. πίστευε τοίνυν εἰς Πατέρα, καὶ Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὴν ἁγίαν καὶ ζωαρχικὴν Τριάδα ἐν τρισὶν ὑποστάσεσι καὶ μιᾷ θεότητι δοξαζομένην, [162] διαιρετὴν μὲν ταῖς ὑποστάσεσι καὶ ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἡνωμένην δὲ τῇ οὐσίᾳ: ἕνα μὲν [p. 274] γινώσκων Θεὸν ἀγέννητον, τὸν Πατέρα, ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα πρὸ πάντων τῶν αἰώνων: ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ἐγεννήθη Υἱός, φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ζωοποιὸς προῆλθε πηγή, καὶ ἐκ τῆς αὐτοδυνάμεως 2 τοῦ Υἱοῦ δύναμις ἐξεφάνη, ὅς ἐστιν ἀπαύγασμα τῆς δόξης καὶ Λόγος ἐνυπόστατος, ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἄναρχός τε καὶ ἀΐδιος: δἰ οὗ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: 3 καὶ ἓν εἰδὼς Πνεῦμα Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Θεὸν τέλειον, καὶ ζωοποιόν, καὶ ἁγιασμοῦ παρεκτικόν, ταυτοθελές, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον. οὕτως οὖν προσκύνει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἐν τρισὶν ὑποστάσεσιν, εἴτ̓ οὖν ἰδιότησι, καὶ θεότητι μιᾷ: κοινὸν μὲν γὰρ τῶν τριῶν θεότης, καὶ μία αὐτῶν φύσις, μία οὐσία, μία δόξα, μία βασιλεία, 4 μία δύναμις, μία ἐξουσία: κοινὸν δὲ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἴδιον δὲ τοῦ [163] Πατρὸς μὲν ἀγεννησία, Υἱοῦ δὲ γέννησις, Πνεύματος δὲ ἐκπόρευσις. Οὕτω μὲν οὖν ταῦτα πίστευε: καταλαβεῖν δὲ τὸν τρόπον τῆς γεννήσεως τῆς ἐκπορεύσεως μὴ 5 ἐπιζήτει ῾ἀκατάληπτος γάῤ: ἐν εὐθύτητι καρδίας ἀπεριέργως προσδέχου ὅτι Πατὴρ καὶ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως, καὶ ὅτι μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ τὴν ἡμετέραν σωτηρίαν 6 κατῆλθεν ἐπὶ τῆς γῆς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ [p. 276] συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ἀσπόρως συλληφθεὶς 7 ἐν τῇ μήτρᾳ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας διὰ Πνεύματος Ἁγίου, καὶ ἀφθόρως ἐξ αὐτῆς γεννηθείς, καὶ ἄνθρωπος τέλειος γενόμενος, καὶ ὅτι αὐτὸς Θεὸς τέλειός ἐστι καὶ ἄνθρωπος τέλειος, γενόμενος ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς, θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ αὐτεξουσίοις, καὶ κατὰ πάντα τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητι, φημί, καὶ ἀνθρωπότητι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει. καὶ ταῦτα ἀπεριέργως δέχου, μηδόλως τὸν 8 τρόπον μαθεῖν ἐκζητῶν, πῶς ἑαυτὸν ἐκένωσεν ο Υἱὸς τοῦ Θεοῦ καὶ ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν [164] αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως, τίς τῶν δύο φύσεων ἐν μιᾷ ὑποστάσει συνέλευσις ; πίστει γὰρ ταῦτα ἐδιδάχθημεν κατέχειν τὰ θειώδως ἡμῖν ἐκ τῆς θείας Γραφῆς εἰρημένα: τὸν δὲ τρόπον καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. 9 Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν διὰ σπλάγχνα ἐλέους γενόμενον ἄνθρωπον, πάντα τε ἀναδέξασθαι τὰ τῆς ἀνθρωπότητος φυσικὰ καὶ ἀδιάβλητα πάθη ῾ἐπείνησε γάρ, καὶ ἐδίψησε, καὶ ὕπνωσε, καὶ ἐκοπίασε, καὶ ἠγωνίασε φύσει φύσει τῆς ἀνθρωπότητος, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον, ἐσταυρώθη, καὶ ἐτάφη, θανάτου γευσάμενος, τῆς θεότητος ἀπαθοῦς καὶ ἀτρέπτου διαμεινάσης: οὐδὲν γὰρ ὅλως τῶν παθῶν τῇ ἀπαθεῖ προσάπτομεν φύσει: ἀλλὰ τῷ προσλήμματι γινώσκομεν αὐτὸν παθόντα καὶ ταφέντα, καὶ τῇ θείᾳ δόξῃ ἐκ νεκρῶν ἀναστάντα, ἐν ἀφθαρσίᾳ τε εἰς 10 οὐρανοὺς ἀνεληλυθότἀ, καὶ ἥξειν πάλιν μετὰ [p. 278] δόξης κρῖναι ζῶντας καὶ νεκροὺς οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, καὶ ἀποδώσειν 11 ἑκάστῳ τοῖς δικαίοις αὐτοῦ σταθμοῖς. ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς 12 μηνμείοις: καὶ οἱ μὲν τὰς τοῦ Χριστοῦ φυλάξαντες ἐντολὰς καὶ τῇ ὀρθῇ συναπελθόντες πίστει 13 κληρονομήσουσι ζωὴν αἰώνιον, οἱ δ̓ ἐν ἁμαρτίαις [165] καταφθαρέντες καὶ τῆς ὀρθῆς ἐκκλίναντες πίστεως 14 εἰς κόλασιν αἰώνιον ἀπελεύσονται. πίστευε μὴ οὐσίαν τινὰ εἶναι τοῦ κακοῦ βασιλείαν, μηδὲ ἄναρχον αὐτὴν ὑπολάμβανε παῤ ἑαυτῆς ὑποστᾶσαν, παρὰ τοῦ Θεοῦ γενομένην: ἄπαγε τῆς ἀτοπίας: ἀλλ̓ ἡμέτερον ἔργον τοῦτο καὶ τοῦ διαβόλου, ἐκ τῆς ἡμετέρας ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν διὰ τὸ αὐτεξουσίους ἡμᾶς γεγενῆσθαι, καὶ αὐτοπροαιρέτῳ βουλήσει τοῦτο ἐκλέγεσθαι, εἴτε 15 ἀγαθόν, εἴτε καὶ φαῦλον. πρὸς τούτοις ὁμολόγει ἓν βάπτισμα ἐξ ὕδατος καὶ Πνεύματος εἰς ἄφεσιν ἁμαρτιῶν. Δέχου καὶ τὴν μετάληψιν τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, πιστεύων ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὑπάρχειν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δέδωκε τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν. ἐν τῇ 16 νυκτὶ γὰρ παρεδίδοτο, διαθήκην καινὴν διέθετο 17 τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δἰ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν, 18 εἰπών: Λάβετε, φάγετε: τοῦτό ἐστι τὸ σῶμά μου 19 ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. ὁμοίως δὲ καὶ τὸ ποτήριον λαβὼν δέδωκεν αὐτοῖς, λέγων: Πίετε ἐξ αὐτοῦ πάντες: τοῦτό [p. 280] ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν: τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. αὐτὸς οὖν [166] 20 Λόγος τοῦ Θεοῦ ζῶν, καὶ ἐνεργής, καὶ πάντα ποιῶν τῇ δυνάμει αὐτοῦ, ποιεῖ καὶ μετασκευάζει διὰ τῆς θείας ἐνεργείας τὸν ἄρτον καὶ τὸν οἶνον 21 τῆς προσφορᾶς σῶμα αὐτοῦ καὶ αἷμα, τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, εἰς ἁγιασμὸν καὶ φωτισμὸν τῶν πόθῳ μεταλαμβανόντων. 22 Προσκύνει πιστῶς τιμῶν καὶ ἀσπαζόμενος τὸ σεβάσμιον ἐκτύπωμα τοῦ Δεσποτικοῦ χαρακτῆρος τοῦ δἰ ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ Λόγου, αὐτὸν δοκῶν τὸν Κτίστην ὁρᾶν ἐν τῇ εἰκόνι. 23 τιμὴ γὰρ τῆς εἰκόνος, φησί τις τῶν ἁγίων, ἐπὶ τὸ πρωτότυπον διαβαίνει: πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται. τὴν γὰρ ἐν εἰκόνι βλέποντες γραφήν, τοῖς τοῦ νοὸς ὀφθαλμοῖς πρὸς τὴν ἀληθινὴν διαβαίνομεν ἰδέαν οὗ ἐστιν εἰκών, εὐσεβῶς προσκυνοῦντες τὴν τοῦ δἰ ἡμᾶς σαρκωθέντος μορφήν, οὐ θεοποιούμενοι, ἀλλ̓ ὡς εἰκόνα τοῦ σαρκωθέντος Θεοῦ 24 κατασπαζόμενοι, πόθῳ καὶ ἀγάπῃ τοῦ κενώσαντος ἑαυτὸν δἰ ἡμᾶς μέχρι καὶ δούλου μορφῆς: 25 ὁμοίως καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τὰ ἐκτυπώματα τούτῳ τῷ λόγῳ περιπτυσσόμενοι. ὡσαύτως δὲ καὶ τὸν 26 τύπον τοῦ ζωοποιοῦ καὶ σεβασμίου σταυροῦ πίστει προσκυνῶν κατασπάζου διὰ τὸν κρεμασθέντα ἐν αὐτῷ σαρκὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους [167] ἡμῶν Χριστὸν τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, 27 καὶ δόντα ἡμῖν τοῦτον σύμβολον τῆς κατὰ τοῦ διαβόλου νίκης: φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων [p. 282] καθορᾶν αὐτοῦ τὴν δύναμιν. ἐν τοῖς τοιούτοις δόγμασι καὶ μετὰ τοιαύτης πίστεως βαπτισθήσῃ, ἄτρεπτον ταύτην καὶ ἀμιγῆ πάσης αἱρέσεως φυλάττων μέχρις ἐσχάτης ἀναπνοῆς. πᾶσαν δὲ διδασκαλίαν καὶ πᾶσαν δογματικὴν φωνήν, ταύτῃ τῇ ἀμωμήτῳ ἀνθισταμένην πίστει, βδελύσσου, καὶ ἀλλοτρίωσιν λογίζου εἶναι Θεοῦ. 28 φησὶ γὰρ Ἀπόστολος, ὅτι Κἂν ἡμεῖς ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παῤ εὐηγγελισάυεθα ὑμῖν, ἀνάθεμα ἔστω. οὐκ ἔστι γὰρ ἄλλο Εὐαγγέλιον καὶ ἄλλη πίστις, πλὴν διὰ τῶν ἀποστόλων κηρυχθεῖσα, καὶ διὰ τῶν θεοφόρων Πατέρων ἐν διαφόροις συνόδοις βεβαιωθεῖσα, καὶ τῇ καθολικῇ Ἐκκλησίᾳ βεβαιωθεῖσα. Ταῦτα εἰπὼν Βαρλαάμ, καὶ τὸ τῆς πίστεως 29 σύμβολον τὸ ἐκτεθὲν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ 30 διδάξας τὸν τοῦ βασιλέως υἱόν, ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τὴν κολυμβήθραν τοῦ ὕδατος τὴν οὖσαν ἐν τῷ παραδείσῳ αὐτοῦ. καὶ ἦλθεν ἐπ̓ αὐτὸν χάρις τοῦ Ἁγίου Πνεύματος. ἐπανελθὼν δὲ εἰς τὸν αὐτοῦ κοιτῶνα, καὶ τὴν ἱερὰν ἐπιτελέσας μυσταγωγίαν τῆς ἀναιμάκτου θυσίας, μετέδωκεν αὐτῷ τῶν ἀχράντων τοῦ Χριστοῦ 31 μυστηρίων, καὶ ἠγαλλιάσατο τῷ Πνεύματι, δόξαν [168] ἀναπέμπων Χριστῷ τῷ Θεῷ. 32 Εἶπε δὲ πρὸς αὐτὸν Βαρλαάμ: Εὐλογητὸς Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας σε εἰς ἐλπίδα ζῶσαν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν [p. 284] οὐρανοῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν διὰ 33 Πνεύματος ἁγίου. σήμερον γὰρ ἐλευθερωθεὶς ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθης τῷ Θεῷ, τὸν ἀρραβῶνα 34 δεξάμενος τῆς αἰωνίου ζωῆς, καί, τὸ σκότος ἀπολιπών, 35 φῶς ἐνεδύσω, καταταγεὶς εἰς τὴν ἐλευθερίαν 36 τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ: Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ 37 ὄνομα αὐτοῦ: ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ̓ υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν 38 Πνεύματι Ἁγίῳ. διό, ἀγαπητέ, σπούδασον ἄσπιλος καὶ ἀμώμητος αὐτῷ εὑρεθῆναι, ἐργαζόμενος 39 τὸ ἀγαθὸν ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως: πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα 40 δίχα πίστεως, καθὼς καὶ πρότερον μέμνημαι 41 λαλήσας σοι. ἀποθέμενος οὖν λοιπὸν πᾶσαν [169] κακίαν, καὶ πάντα τὰ ἔργα τοῦ παλαιοῦ ἀνθρώπου μισήσας τὰ φθειρόμενα κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ὡς ἀρτιγέννητον βρέφος τὸ λογικὸν καὶ ἄδολον γάλα τῶν ἀρετῶν ἐπιπόθησον πιεῖν, ἵνα ἐν αὐτῷ αὐξηθῇς, καὶ φθάσῃς εἰς τὴν ἐπίγνωσιν τῶν ἐντολῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς 42 ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, μηκέτι νήπιος ὢν ταῖς φρεσί, κλυδωνιζόμενος καὶ περιφερόμενος τῇ ζάλῃ καὶ 43 τρικυμίᾳ τῶν παθῶν, ἀλλὰ τῇ μὲν κακίᾳ νηπιάζων, πρὸς δὲ τὸ ἀγαθὸν στερέμνιον καὶ 44 πεπαγιωμένον ἔχων τὸν νοῦν, καὶ ἀξίως περιπατῶν τῆς κλήσεως ἧς ἐκλήθης ἐν φυλακῇ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀποσεισάμενος ἑαυτοῦ καὶ ἀλλοτριώσας τὴν ματαιότητα τῆς προτέρας 45 τέρας ἀναστροφῆς, καθὼς τὰ ἔθνη περιπατεῖ [p. 286] ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, ὑποτεταγμένοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ἀλόγοις ὁρμαῖς. σὺ δέ, ὥσπερ προσῆλθες Θεῷ 46 ζῶντι καὶ ἀληθινῷ, οὕτω δὴ καὶ ὡς υἱὸς φωτὸς [170] 47 περιπάτησον. γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, καὶ τὸν ἐνδυθέντα σοι σήμερον νέον ἄνθρωπον μηκέτι τῇ προτέρᾳ καταφθείρῃς παλαιότητι: ἀλλ̓ ἀνακαινίζου καθ̓ ἑκάστην ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι, καὶ ἀληθείᾳ: δυνατὸν γὰρ τοῦτο 48 παντὶ τῷ βουλομένῳ, καθάπερ ἀκούεις ὅτι ἐξουσίαν δέδωκε τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, ὥστε οὐκέτι δυνάμεθα λέγειν ὅτι ἀδύνατος ἡμῖν κτῆσις τῶν ἀρετῶν: εὔκολος 49 γὰρ ὁδὸς καὶ ῥᾳδία. εἰ γὰρ καὶ στενή πως καὶ 50 τεθλιμμένη κέκληται διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος, ἀλλ̓ ὅμως ποθεινή ἐστι καὶ θεία διὰ 51 τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν τοῖς μὴ ἀσόφως 52 περιπατοῦσιν, ἀλλ̓ ἀκριβῶς συνιοῦσι τί τὸ 53 θέλημα τοῦ Θεοῦ, καὶ τὴν πανοπλίαν αὐτοῦ ἀμπεχομένοις εἰς παράταξιν τῶν μεθοδειῶν τοῦ ἀντικειμένου, καὶ ἐν προσευχῇ καὶ δεήσει εἰς αὐτὸ 54 τοῦτο ἀγρυπνοῦσιν ἐν πάσῃ ὑπομονῇ καὶ ἐλπίδι. σὺ οὖν, καθὼς ἤκουσας παῤ ἐμοῦ καὶ ἐδιδάχθης, καὶ βεβαίαν κατεβάλου κρηπῖδα, ἐν αὐτῇ περισσεύου, αὐξανόμενος καὶ προκόπτων, καὶ τὴν 55 καλὴν στρατευόμενος στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν δἰ ἔργων ἀγαθῶν μαρτυρουμένην, [171] 56 καὶ διώκων δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραότητα, ἐπιλαβόμενος τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης. πᾶσαν δὲ ἡδονὴν [p. 288] καὶ ἐπιθυμίαν τῶν παθῶν μὴ μόνον τῇ κατὰ πρᾶξιν ἐνεργείᾳ μακρύνῃς ἀπὸ σοῦ, ἀλλὰ καὶ ταῖς κατ̓ ἔννοιαν ἐνθυμήσεσιν, ὡς ἂν ἀμόλυντόν σου τὴν ψυχὴν τῷ Θεῷ ὑποδείξῃς. οὐ μόνον γὰρ αἱ πράξεις, ἀλλὰ καὶ αἱ ἐνθυμήσεις ἡμῶν, ἀνάγραπτοι οὖσαι, στεφάνων τιμωριῶν πρόξενοι γίνονται: ταῖς καθαραῖς δὲ καρδίαις ἐνοικεῖν τὸν Χριστὸν ἅμα Πατρὶ καὶ Ἁγίῳ Πνεύματι ἐπιστάμεθα. ὡς δ̓ αὖ πάλιν καπνὸς μελίσσας, οὕτω τοὺς πονηροὺς λογισμοὺς ἐκδιώκειν ἡμῶν τὴν τοῦ θείου Πνεύματος χάριν μεμαθήκαμεν. διὸ ἐπιμελῶς πρὸς τοῦτο ἔχων πάντα διαλογισμὸν ἐμπαθείας ἀπαλείψας τῆς ψυχῆς, τὰς ἀρίστας ἐμφύτευσον ἐννοίας, ναὸν σεαυτὸν ποιῶν τοῦ Ἁγίου Πνεύματος. ἐκ τῶν διαλογισμῶν γὰρ καὶ πρὸς τὰς κατ̓ ἐνέργειαν πράξεις ἐρχόμεθα: καὶ πᾶν ἔργον, ἀπὸ ἐννοίας καὶ ἐνθυμήσεως προκόπτον, μικρᾶς ἐπιλαμβάνεται ἀρχῆς, εἶτα ταῖς κατὰ μικρὸν αὐξήσεσιν εἰς μεγάλα καταλήγει. Διὰ τοῦτο μηδὲ ὅλως σου κυριεῦσαι συνήθειαν ἐάσῃς κακήν, ἀλλὰ νεαρᾶς ἔτι οὔσης, ἔξελέ σου τῆς καρδίας τὴν πονηρὰν ῥίζαν, ἵνα μή, ἐμφυεῖσα καὶ ἐν τῷ βάθει τὰς ῥίζας ἐμπήξασα, χρόνου καὶ κόπου δεηθῇ τοῦ ἐκριζωθῆναι. διὰ τοῦτο γὰρ ἀεὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται ἡμῖν καὶ καταδυναστεύει τῶν ἡμετέρων ψυχῶν, ὅτι τὰ ἐλάττονα δοκοῦντα εἶναι, οἷον ἐνθυμήσεις πονηραί, [172] 57 λόγοι ἀπρεπεῖς, ὁμιλίαι κακαί, τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν οἱ μικρῶν καταφρονήσαντες τραυμάτων σηπεδόνας πολλάκις καὶ θάνατον ἑαυτοῖς προεξένησαν, [p. 290] οὕτω καὶ τῶν ψυχῶν, οἱ τῶν μικρῶν ὑπερορῶντες παθῶν καὶ ἁμαρτημάτων, τὰ μείζονα ἐπεισάγουσι: καθ̓ ὅσον δὲ τὰ μείζονα ἐπεισέρχεται αὐτοῖς, ἐν ἕξει γινομένη ψυχὴ καταφρονεῖ. 58 Ἀσεβὴς γάρ, φησίν, ἐλθὼν εἰς βάθος 59 κακῶν καταφρονεῖ, καὶ λοιπὸν ὥσπερ ὗς ἐγκυλινδούμενος βορβόρῳ ἥδεται, οὕτω καὶ ψυχὴ 60 ἐκείνη, ταῖς κακαῖς συνηθείαις καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας, ἀλλὰ τέρπεται μᾶλλον αὐταῖς καὶ ἐνηδύνεται, ὡς ἀγαθοῦ τινος τῆς κακίας ἀντεχομένη: κἂν ὀψὲ δή ποτε ἀνανεύουσα εἰς αἴσθησιν ἔλθῃ, κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλευθεροῦται, οἷς ἐθελοντὶ κατεδούλευσεν ἑαυτὴν τῇ πονηρᾷ συνηθείᾳ. Διὰ τοῦτο πάσῃ δυνάμει μάκρυνον ἑαυτὸν ἀπὸ πάσης ἐννοίας καὶ ἐνθυμήσεως πονηρᾶς καὶ πάσης ἐμπαθοῦς συνηθείας: μᾶλλον δὲ ταῖς ἀρεταῖς ἔθιζε ἑαυτὸν καὶ ἐν ἕξει τῆς τούτων γενοῦ ἐργασίας. εἰ γὰρ μικρὸν κοπιάσεις ἐν αὐτοῖς καὶ ἐν ἕξει γενέσθαι ἰσχύσεις, ἀκόπως λοιπὸν τῇ τοῦ Θεοῦ συνεργείᾳ προκόψεις. γὰρ ἕξις τῆς ἀρετῆς τῇ ψυχῇ ποιωθεῖσα, ὡς ἅτε φυσικὴν συγγένειαν πρὸς αὐτὴν ἔχουσα καὶ τὸν Θεὸν συνεργὸν κεκτημένη, δυσμετάβλητος γίνεται καὶ [173] λίαν ἀσφαλεστάτη, καθὼς ὁρᾷς ὅτι ἀνδρεία καὶ φρόνησις, σωφροσύνη τε καὶ δικαιοσύνη δυσμετάβληταί εἰσιν, ἕξεις οὖσαι τῆς ψυχῆς καὶ ποιότητες καὶ ἐνέργειαι διὰ βάθους κεχωρηκυῖαι. εἰ γὰρ τὰ πάθη τῆς κακίας, οὐ φυσικὰ ἡμῖν ὄντα, ἀλλ̓ ἔξωθεν ἐπεισελθόντα, ἡνίκα ἐν ἕξει γένωνται, δυσμετάβλητά εἰσι, πόσῳ μᾶλλον ἀρετή, καὶ [p. 292] φυσικῶς ἡμῖν ἐμφυτευθεῖσα ὑπὸ τοῦ Δημιουργοῦ καὶ αὐτὸν ἐπίκουρον ἔχουσα, εἰ, μικρὸν ἀγωνισαμένων ἡμῶν, ἐν ἕξει ῥιζωθῇ τῇ ψυχῇ, δυσμετάβλητος ἔσται;

1 Ps. iv. 6

2 Wisd. vii. 26 ; Heb. i. 3 John i. 2, 3

3 John xv. 26

4 Greg. Naz. Orat. xxv. 16

5 Ps. cxix. 7

6 Eph. f. 5

7 Mat. i. 20,23 Luke i. 35 ; Is. vii. 11

8 Phil. ii. 7

9 Luke i. 78

10 2 Tim. iv. 1

11 John v. 28

12 Cp. Dan. xii. 2

13 John viii. 24

14 Mat. xxv. 46

15 Eph. iv. 5

16 1 Cor. xi. 23-25

17 Mat. xxvi. 26-28

18 Mark xiv. 22-24

19 Luke xxii. 19, 20

20 Heb. iv. 12

21 Cyril. Cat. xxiii. 19

22 John Dam. ascene, De fid. orth. iv. 16

23 Basil, De Sriritu Saucto, ch. 18

24 Phil. ii. 7

25 John Damasccne, De fid. orth. iv. 16

26 ibid. 11

27 Cr. Wisd. xvi. 6 Cyril. Cat. xiii. 36

28 Gal. i. 8

29 A. D. 325

30 Mat. xxviii. 19

31 Luke x. 21

32 1 Pet. i. 3, 4

33 Rom. vi. 22

34 Rom. xiii. 12

35 Rom. viii. 21

36 John i. 12

37 Gal. iv. 7

38 2 Pet. iii. 14

39 Jas. ii. 26 Greg. Naz. Orat. xl.

40 p. 146, supra

41 1 Pet. ii. 1, 2

42 Eph. iv. 13, 14

43 1 Cor. xiv. 20

44 Eph. iv. 1

45 Eph. iv. 17, 18

46 Eph. v. 9

47 Gal. v. 22

48 p. 284

49 Mat. vii. 14

50 Cp. 1 Cor. ix. 27

51 Eph. v. 15

52 Eph. v. 17

53 Eph. vi. 11

54 Eph. vi. 18

55 1 Tim. i. 18, 19

56 1 Tim. vi. 11

57 Menander; (1 Cor. xv. 33)

58 Prov. xviii. 3

59 Prov. xxvi. 11

60 2 Pet. ii. 22

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: