previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ταύτην Ἰωάσαφ λίαν ἀποδεξάμενος τὴν [114] παραβολήν, ἔφη: Ὡς ἀληθὴς λόγος οὗτος καὶ πάνυ ἁρμοδιώτατος. μὴ οὖν ὀκνήσῃς τοιούτους ἀεί μοι τύπους ὑποδεικνύειν, ἵνα γνῶ ἀκριβῶς ὁποῖος ὑπάρχει καθ̓ ἡμᾶς βίος, καὶ τίνων τοῖς ἑαυτοῦ φίλοις πρόξενος γίνεται. [p. 192] δὲ γέρων εἶπεν: Ὅμοιοι αὖθίς εἰσιν οἱ ἐρασθέντες τῶν τοῦ βίου τερπνῶν καὶ τῇ τούτου γλυκανθέντες ἡδύτητι, τῶν μελλόντων τε καὶ μὴ σαλευομένων τὰ ῥευστὰ καὶ ἀσθενῆ προτιμήσαντες, ἀνθρώπῳ τινὶ τρεῖς ἐσχηκότι φίλους, ὦν τοὺς μὲν δύο περιπαθῶς ἐτίμα, καὶ σφοδρῶς τῆς αὐτῶν ἀγάπης ἀντείχετο, μέχρι θανάτου ὑπὲρ αὐτῶν ἀγωνιζόμενος καὶ προκινδυνεύειν αἱρού μενος: πρὸς δὲ τὸν τρίτον πολλῇ ἐφέρετο καταφρονήσει, μήτε τιμῆς, μήτε τῆς προσηκούσης αὐτὸν πώποτε ἀξιώσας ἀγάπης, ἀλλ̓ μικράν τινα καὶ οὐδαμινὴν εἰς αὐτὸν προσποιούμενος φιλίαν. καταλαμβάνουσιν οὖν ἐν μιᾷ φοβεροί τινες καὶ ἐξαίσιοι στρατιῶται, σπεύδοντες ταχύτητι πολλῇ πρὸς τὸν βασιλέα τοῦτον ἀγαγεῖν, λόγον ἀποδώσοντα ὑπὲρ ὀφειλῆς μυρίων ταλάντων. στενοχωρούμενος δὲ ἐκεῖνος ἐζήτει βοηθόν, τὸν συναντιλαβέσθαι αὐτῷ ἐν τῶ φρικτῷ τοῦ βασιλέως λογοθεσίῳ δυνάμενον. δραμὼν οὖν πρὸς τὸν πρῶτον αὐτοῦ καὶ πάντων γνησιώτατον 1 φίλον, λέγει. Οἶδας, φίλε, ὡς ἀεὶ ἐθέμην τὴν ψυχήν μου ὑπὲρ σοῦ: νυνὶ δὲ χρῄζω βοηθείας ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς κατεχούσης με ἀνάγκης. πόσων οὖν ἐπαγγέλλῃ συναντιλαβέσθαι μοι νῦν; [115] καὶ τίς παρὰ σοῦ προσγινομένη μοι ἐλπίς, προσφιλέστατε; ἀποκριθεὶς οὖν ἐκεῖνος ἔφη: Οὐκ εἰμί σου φίλος, ἄνθρωπε: οὐκ ἐπίσταμαι τίς εἶ. ἄλλους γὰρ ἔχω προσφιλεῖς, μεθ̓ ὧν δεῖ με σήμερον εὐφραίνεσθαι, καὶ φίλους αὐτοὺς εἰς τὸ ἑξῆς κτήσασθαι. παρέχω δέ σοι ἰδοὺ ῥάκια δύο, τοῦ ἔχειν σε ταῦτα ἐν τῇ ὁδῷ πορεύῃ, ἅτινα οὐδέν σε τὸ παράπαν ὠφελήσουσι. καὶ μηδεμίαν [p. 194] ἄλλην παῤ ἐμοῦ προσδοκήσῃς ἐλπίδα. τούτων ἀκούσας ἐκεῖνος καὶ ἀπογνοὺς ἣν ἐξ αὐτοῦ βοήθειαν ἤλπιζε, πρὸς τὸν ἕτερον πορεύεται φίλον, καί φησι: Μέμνησαι, ἑταῖρε, ὅσης ἀπήλαυσας παῤ ἐμοῦ τιμῆς καὶ εὐγνωμοσύνης: σήμερον δέ, θλίψει περιπεσὼν καὶ συμφορᾷ μεγίστῃ, χρῄζω συνεργοῦ. πόσον οὖν ἰσχύεις μοι συγκοπιάσαι; ἐξ αὐτῆς γνώρισόν μοι. δέ φησιν: Οὐ σχολάζω σήμερον συναγωνίσασθαί σοι: μερίμναις γὰρ κἀγὼ καὶ περιστάσεσι περιπεσὼν ἐν θλίψει εἰμί. μικρὸν δ̓ ὅμως συνοδεύσω σοι, κἂν μηδὲν ὠφελήσω σε: καί, θᾶττον ὑποστρέψας οἴκαδε, ταῖς ἰδίαις ἔσομαι ἀσχολούμενος μερίμναις. κεναῖς οὖν κἀκεῖθεν ὑποστρέψας χερσὶν ἄνθρωπος καὶ πάντοθεν ἀπορούμενος, ἐταλάνιζεν ἑαυτὸν τῆς ματαίας ἐλπίδος τῶν ἀγνωμόνων αὐτοῦ φίλων, καὶ τῶν ἀνονήτων ταλαιπωριῶν ὧν ὑπὲρ τῆς ἐκείνων ἀγάπης ὑπέστη. ἀπέρχεται λοιπὸν πρὸς τὸν τρίτον φίλον αὐτοῦ, ὃν οὐδέποτε [116] ἐθεράπευσεν, οὐδὲ κοινωνὸν τῆς ἑαυτοῦ εὐφροσύνης προσεκαλέσατο: καί φησι πρὸς αὐτὸν κατῃσχυμμένῳ τε καὶ κατηφιῶντι τῷ προσώπῳ: Οὐκ ἔχω στόμα διᾶραι πρὸς σέ, γινώσκων ἀκριβῶς ὅτι οὐ μέμνησαί μου πώποτε εὐεργετήσαντός σε, προσφιλῶς διατεθέντος σοι. ἀλλ̓ ἐπεὶ συμφορά με κατέλαβε χαλεπωτάτη, οὐδαμόθεν δὲ τῶν λοιπῶν μου φίλων εὗρον σωτηρίας ἐλπίδα, παρεγενόμην πρὸς σέ, δυσωπῶν, εἰ ἔστι σοι ἰσχύς, μικράν τινα βοήθειαν παρασχεῖν μὴ οὖν ἀπαγορεύσῃς, μηνίσας μου τῆς ἀγνωμοσύνης. δέ φησιν ἱλαρῷ καὶ χαρίεντι προσώπῳ: Ναὶ δὴ φίλον ἐμὸν γνησιώτατον ὁμολογῶ [p. 196] σε ὑπάρχειν: και, τῆς μικρᾶς ἐκείνης μεμνημένος σου εὐποιίας, σὺν τόκῳ σήμερον ἀποδώσω σοι. μὴ φοβοῦ τοίνυν, μηδὲ δέδιθι: ἐγώ σου γὰρ προπορεύσομαι, ἐγὼ δυσωπήσω ὑπὲρ σοῦ τὸν βασιλέα, καὶ οὐ μὴ παραδῶ σε εἰς χεῖρας ἐχθρῶν σου. θάρσει οὖν, προσφιλέστατε, καὶ μὴ λυποῦ. τότε κατανυγεὶς ἐκεῖνος ἔλεγε μετὰ δακρύων: Οἴμοι τί πρῶτον θρηνήσω, καὶ τί κλαύσομαι πρῶτον; τῆς ματαίας μου καταγνώσομαι προσπαθείας εἰς τοὺς ἀμνήμονας καὶ ἀχαρίστους καὶ ψευδεῖς φίλους ἐκείνους; τὴν φρενοβλαβῆ ταλανίσω ἀγνωμοσύνην, ἥνπερ τῷ ἀληθεῖ τούτῳ [117] καὶ γνησίῳ ἐνεδειξάμην φίλῳ; δὲ Ἰωάσαφ, καὶ τοῦτον μετὰ θαύματος δεξάμενος τὸν λόγον, τὴν σαφήνειαν ἐζήτει. καί φησιν Βαρλαάμ: πρῶτος φίλος ἂν εἴη τοῦ πλούτου περιουσία καὶ τῆς φιλοχρηματίας ἔρως, ἐφ̓ μυρίοις ἄνθρωπος περιπίπτει κινδύνοις, καὶ πολλὰς ὑπομένει ταλαιπωρίας: ἐλθούσης δὲ τῆς τελευταίας τοῦ θανάτου προθεσμίας οὐδὲν ἐκ πάντων ἐκείνων, εἰ μὴ τὰ πρὸς κηδείαν ἀνόνητα ῥάκια, λαμβάνει. δεύτερος δὲ φίλος κέκληται γυνή τε καὶ τέκνα καὶ οἱ λοιποὶ συγγενεῖς τε καὶ οἰκεῖοι, ὧν τῇ προσπαθείᾳ κεκολλημένοι δυσαποσπάστως ἔχομεν, αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος ἕνεκεν τῆς αὐτῶν ὑπερορῶντες ἀγάπης: οὐδεμιᾶς δέ τις ἐξ αὐτῶν ἀπώνατο ὠφελείας τῇ ὥρᾳ τοῦ θανάτου: ἀλλ̓ μόνον μέχρι τοῦ μνήματος συνοδεύουσιν αὐτῷ παρεπόμενοι, εἶτ̓, εὐθὺς ἐπαναστραφέντες, τῶν ἰδίων ἔχονται μεριμνῶν καὶ περιστάσεων, οὐκ ἔλαττον λήθῃ τὴν μνήμην, τὸ σῶμα τοῦ ποτε προσφιλοῦς [p. 198] καλύψαντες τάφῳ. δ̓ αὖ τρίτος φίλος παρεωραμένος καὶ φορτικός, μὴ προσιτός, ἀλλὰ φευκτὸς καὶ οἷον ἀποτρόπαιος, τῶν ἀρίστων ἔργων χορὸς καθέστηκεν, οἷον πίστις, ἐλπίς, ἀγάπη, ἐλεημοσύνη, φιλανθρωπία, καὶ λοιπὸς τῶν ἀρετῶν ὅμιλος, δυνάμενος προπορεύεσθαι ἡμῶν ἐξερχομένων τοῦ σώματος, ὑπὲρ ἡμῶν τε δυσωπῆσαι τὸν 2 Κύριον, καὶ τῶν ἐχθρῶν ἡμᾶς λυτρούμενος καὶ δεινῶν φορολόγων, τῶν λογοθέσιον ἡμῖν πικρὸν ἐν τῷ ἀέρι κινούντων, καὶ χειρώσασθαι πικρῶς ζητούντων. οὗτός ἐστιν εὐγνώμων φίλος καὶ ἀγαθός, καὶ τὴν μικρὰν ἡμῶν εὐπραγίαν ἐπὶ [118] μνήμης φέρων καὶ σὺν τόκῳ ἡμῖν πᾶσαν ἀποδιδούς.

1 Cp. John xiii. 37

2 Cp. Luke xvi. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: