previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐν αὐτῇ δὲ τῇ τῶν γενεθλίων τοῦ παιδὸς ἑορτῇ συνῆλθον πρὸς τὸν βασιλέα ἐξ ἐπιλογῆς ἄνδρες ὡσεὶ πεντηκονταπέντε, περὶ τὴν ἀστροθεάμονα τῶν Χαλδαίων ἐσχολακότες σοφίαν. καὶ τούτους ἐγγυτάτω παραστησάμενος βασιλεὺς ἀνηρώτα ἐξειπεῖν ἕκαστον τί μέλλει ἔσεσθαι τὸ γεννηθὲν αὐτῷ παιδίον. οἱ δέ, πολλὰ διασκεψάμενοι, ἔλεγον μέγαν αὐτὸν ἔσεσθαι ἔν τε πλούτῳ καὶ δυναστείᾳ, καὶ ὑπερβάλλειν πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας. εἷς δὲ τῶν ἀστρολόγων, τῶν σὺν αὐτῷ πάντων διαφορώτατος, εἶπεν ὡς, Ἐξ ὧν με διδάσκουσιν οἱ τῶν ἀστέρων δρόμοι, βασιλεῦ, προκοπὴ τοῦ νυνὶ γεννηθέντος σοι παιδὸς οὐκ ἐν τῇ σῇ ἔσται βασιλείᾳ, ἀλλ̓ ἐν ἑτέρᾳ κρείττονι καὶ ἀσυγκρίτως ὑπερβαλλούσῃ. δοκῶ δὲ καὶ τῆς παρὰ σοῦ διωκομένης αὐτὸν ἐπιλαβέσθαι τῶν Χριστιανῶν θρησκείας, καὶ οὐκ ἔγωγε οἶμαι τοῦ σκοποῦ ἐκεῖνον καὶ τῆς ἐλπίδος ψευσθήσεσθαι. ταῦτα μὲν εἶπεν ἀστρολόγος, ὥσπερ πάλαι 1 Βαλαάμ, οὐ τῆς ἀστρολογίας ἀληθευούσης, ἀλλὰ τοῦ Θεοῦ διὰ τῶν ἐναντίων τὰ τῆς ἀληθείας παραδεικνύντος, [20] ὥστε πᾶσαν τοῖς ἀσεβέσι πρόφασιν περιαιρεθῆναι. δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, βαρέως τὴν ἀγγελίαν ἐδέξατο, λύπη δὲ τὴν εὐφροσύνην αὐτῷ διέκοπτεν. ἐν πόλει δὲ ὅμως ἰδιαζούσῃ [p. 34] παλάτιον δειμάμενος περικαλλὲς καὶ λαμπρὰς οἰκίας φιλοτεχνήσας, ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν, μετὰ τὴν συμπλήρωσιν τῆς πρώτης αὐτῷ ἡλικίας, ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο, παιδαγωγοὺς αὐτῷ καὶ ὑπηρέτας καταστήσας, νέους τῇ ἡλικίᾳ καὶ τῇ ὁράσει ὡραιοτάτους, ἐπισκήψας αὐτοῖς μηδὲν τῶν τοῦ βίου ἀνιαρῶν κατάδηλον αὐτῷ ποιήσασθαι, μὴ θάνατον, μὴ γῆρας, μὴ νόσον, μὴ πενίαν, μὴ ἄλλο τι λυπηρὸν καὶ δυνάμενον τὴν εὐφροσύνην αὐτῷ διακόπτειν, ἀλλὰ πάντα τὰ τερπνὰ καὶ ἀπολαυστικὰ προτιθέναι, ἵνα τούτοις νοῦς αὐτοῦ τερπόμενος καὶ ἐντρυφῶν μηδὲν ὅλως περὶ τῶν μελλόντων διαλογίζεσθαι ἰσχύσειε, μήτε μέχρι ψιλοῦ ῥήματος τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δογμάτων ἀκούσειεν. τοῦτο γὰρ μάλιστα πάντων ἀποκρύψαι αὐτῷ διενοεῖτο, τὴν τοῦ ἀστρολόγου προαγόρευσιν ὑφορώμενος. εἴ τινα δὲ τῶν ὑπηρετούντων αὐτῷ νοσῆσαι συνέβη, τοῦτον μὲν θᾶττον ἐκβαλεῖν ἐκεῖθεν παρεκελεύετο, ἕτερον δὲ ἀντ̓ αὐτοῦ σφριγῶντα καὶ εὐεκτοῦντα ἐδίδου, ἵνα μηδὲν ὅλως ἀνώμαλον οἱ τοῦ παιδὸς ὀφθαλμοὶ θεάσαιντο. μὲν οὖν βασιλεὺς οὕτω ταῦτα διενοεῖτό τε καὶ 2 ἐποίει: βλέπων γὰρ οὐχ ἑώρα, καὶ ἀκούων οὐ συνίει. Μαθὼν δέ τινας τῶν μοναζόντων ἔτι περισώζεσθαι, [21] ὧν μηδὲ ἴχνος ὑπολελεῖφθαι ἐδόκει, θυμοῦ ὑπερεπίμπλατο καὶ ὀξύτατα κατ̓ αὐτῶν ἐκινεῖτο, κήρυκάς τε ἀνὰ πᾶσαν τὴν πόλιν καὶ τὴν χώραν ἐκέλευε διαθέειν, ἐκβοῶντας μηδαμοῦ τινὰ τὸ παράπαν μετὰ τρεῖς ἡμέρας τοῦ τῶν μοναζόντων τάγματος εὑρεθῆναι. εἰ δέ τινες εὑρεθεῖεν μετὰ [p. 36] τὰς διωρισμένας ἡμέρας, τῷ διὰ πυρὸς καὶ ξίφους ὀλέθρῳ παραδοθήτωσαν: Οὗτοι γὰρ ῾φησίν̓ ἀναπείθουσι τὸν λαὸν ὡς Θεῷ προσέχειν τῷ ἐσταυρωμένῳ. ἐν δὲ τῷ μεταξὺ συνέβη καί τι τοιοῦτον, ἐφ̓ ἐπὶ πλέον χαλεπαίνων ἦν βασιλεὺς καὶ κατὰ τῶν μοναζόντων ὀργιζόμενος.

1 Num. xxii.-xxiv.

2 Is. vi. 9; Mat. xiii. 18

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: