previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κατ̓ ἐκεῖνο δὲ καιροῦ πανήγυρις ἦν τῶν ψευδωνύμων θεῶν δημοτελὴς ἐν τῇ πόλει ἐκείνῃ: ἔδει δὲ τὸν βασιλέα παρεῖναι τῇ ἑορτῇ καὶ θυσιῶν δαψιλείᾳ ταύτην κοσμῆσαι. ἀλλ̓ ἐδεδίεσαν οἱ νεωκόροι, ὁρῶντες αὐτὸν ἀμελῶς περὶ τὸ σέβας αὐτῶν καὶ χλιαρῶς διακείμενον, μή ποτε ἀμελήσειε τῆς ἐν τῷ ναῷ παρουσίας, καὶ στερηθεῖεν αὐτοὶ τῆς διδομένης αὐτοῖς βασιλικῆς δωρεᾶς καὶ τῶν λοιπῶν προσόδων. ἀναστάντες [263] οὖν καταλαμβάνουσιν ἄντρον ἐν βαθυτάτῃ διακείμενον τῇ ἐρήμῳ, ἔνθα κατῴκει ἀνήρ τις μαγικαῖς σχολάζων τέχναις, καὶ τῆς εἰδωλικῆς πλάνης θερμότατος ὑπάρχων προασπιστής: Θευδᾶς ὄνομα αὐτῷ: ὃν καὶ βασιλεὺς ἐτίμα διαφερόντως, καὶ φίλον ἡγεῖτο καὶ διδάσκαλον, διὰ τῆς αὐτοῦ λέγων μαντείας εὐθενουμένην προκόπτειν τὴν αὐτοῦ βασιλείαν: ὡς εἰς αὐτὸν τοίνυν οἱ μὴ ἱερεῖς τῶν εἰδώλων ἀφικόμενοι τοῦτον εἰς βοήθειαν προσεκαλοῦντο, καὶ τὴν ἐγγινομένην τῷ βασιλεῖ τῶν θεῶν κατάγνωσιν δήλην ἐποίουν, οἷά τε τοῦ βασιλέως πεποιήκει υἱός, οἷα δὲ κατ̓ αὐτῶν Ναχὼρ δεδημηγορήκει, καὶ ὡς, Εἰ μὴ αὐτός, φασίν, ἐλεύσῃ βοηθήσων ἡμῖν, πᾶσα ἐξέλιπεν ἐλπίς, πάντα ἀπόλωλε τὰ τῶν θεῶν σεβάσματα: σὺ γὰρ μόνος ἡμῖν ὑπελείφθης τῆς συμφορᾶς παραμύθιον, καὶ ἐπὶ σοὶ τὰς ἐλπίδας ἐθέμεθα. [p. 442] Ἐκστρατεύει τοίνυν Θευδᾶς μετὰ τῆς συμπαρούσης αὐτῷ σατανικῆς στρατιᾶς, καὶ κατὰ τῆς ἀληθείας ὁπλίζεται, πολλὰ τῶν πονηρῶν πνευμάτων καλέσας, πρὸς τὰ φαῦλα συνεργεῖν οἶδε προθύμως, καὶ οἷς ἐκεῖνος ἀεὶ διακόνοις ἐχρῆτο: μεθ̓ ὧν παραγίνεται πρὸς τὸν βασιλέα. Ὡς δὲ ἐμηνύθη τῷ βασιλεῖ ἄφιξις αὐτοῦ, καὶ εἰσῆλθε, ῥάβδον μὲν κατέχων βαϊνήν, μηλωταρίον δὲ περιεζωσμένος, ἀνέστη βασιλεὺς τοῦ θρόνου, καὶ τοῦτον προσυπαντήσας ἠσπάσατο, καὶ θρόνον [264] ἐνεγκὼν πλησίον αὐτοῦ συνεδριάζειν πεποίηκεν. εἶτα λέγει Θευδᾶς τῷ βασιλεῖ: Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι, τῇ τῶν μεγίστων θεῶν εὐμενείᾳ σκεπόμενος. ἤκουσα γὰρ ἀγῶνά σε μέγαν ἀγωνίσασθαι κατὰ τῶν Γαλιλαίων καὶ λαμπροτάτοις διαδήμασι νίκης καταστεφθῆναι. διὸ ἐλήλυθα, ἵνα εὐχαριστήριον ἑορτὴν ὁμοῦ τελέσωμεν, νεανίσκους τε ὡραίους καὶ κόρας εὐόπτους τοῖς ἀθανάτοις θεοῖς καταθύσωμεν, ταύρους τε ἑκατὸν καὶ ζῷα τούτοις πλεῖστα προσενέγκωμεν, ὡς ἂν ἔχοιμεν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς συμμάχους ἀηττήτους, ὅλον ἡμῖν τὸν Βίον ἐξομαλίζοντας. Πρὸς ταῦτα βασιλεύς, Οὐ νενικηκαμεν, ἔφη, πρεσβύτα: οὐ νενικήκαμεν, ἀλλ̓ ἀνὰ κράτος μᾶλλον ἡττήμεθα. οἱ γὰρ ὑπὲρ ἡμῶν καθ̓ ἡμῶν ἐξαίφνης γεγόνασι. παράβακχόν τε καὶ μανικὴν καὶ ἀσθενῆ τὴν ἡμετέραν εὑρόντες παράταξιν, τέλεον ταύτην κατέβαλον. νυνὶ δέ, εἴ τίς σοι δύναμις πρόσεστι καὶ ἰσχὺς εἰς τὸ βοηθῆσαι τῇ κάτω κειμένῃ θρησκείᾳ ἡμῶν καὶ ταύτην αὖθις ἀνορθῶσαι, ἀνάγγειλόν μοι. δὲ Θευδᾶς τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις [p. 444] τῷ βασιλεῖ: Τὰς μὲν τῶν Γαλιλαίων ἐνστάσεις καὶ ματαιολογίας μὴ φοβοῦ, βασιλεῦ: τίνα γάρ εἰσι τὰ παῤ αὐτῶν λεγόμενα πρὸς ἄνδρας λογικοὺς καὶ ἐχέφρονας; ἅτινα, ἐμοὶ δόξαν, ῥᾳδίως καταβληθήσεται μᾶλλον φύλλον ἀνέμῳ κατασεισθέν. οὐδὲ γὰρ κατὰ πρόσωπόν μου ἐλθεῖν ὑπομενοῦσι μὴ ὅτι γε καὶ λόγον συνᾶραι καὶ εἰς προτάσεις μοι καὶ ἀντιθέσεις χωρῆσαι. ἀλλ̓, ἵνα τοῦτό τε τὸ προκείμενον ἀγώνισμα καὶ πᾶν ὁτιοῦν ἂν βουληθείημεν ἐπ̓ εὐθείας ἡμῖν γένοιτο [265] καὶ κατὰ ῥοῦν τὰ πράγματα χωρήσειε, τὴν ἑορτὴν κόσμησον ταύτην τὴν δημοτελῆ, καὶ τὴν εὐμένειαν τῶν θεῶν ὥσπερ τι κραταιὸν περιβαλοῦ ὅπλον: καὶ εὖ σοι γένηται. 1 Οὕτω καυχησάμενος ἐν κακίᾳ δυνατὸς εἶναι ἀνομίαν τε ὅλην τὴν ἡμέραν μελετήσας ῾συμφθεγγέσθω 2 γὰρ ἡμῖν Δαυΐδ̓, ἀνατροπὴν δὲ θολεράν, καθά φησιν Ἠσαΐας, τῷ πλησίον ποτίσας, συνεργίᾳ τῶν συμπαρομαρτούντων αὐτῷ πονηρῶν πνευμάτων ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι. ἔνθεν τοὶ καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεφοιτηκότων τοῦ συνελθεῖν πάντας ἐν τῇ μυσαρᾷ πανηγύρει αὐτῶν, ἦν ἰδεῖν συρρέοντα τὰ πλήθη, πρόβατά τε καὶ βόας καὶ διάφορα γένη ζῴων ἀγόμενα. Πάντων τοίνυν συνεληλυθότων, ἀναστὰς βασιλεὺς μετὰ τοῦ ἀπατεῶνος Θευδᾶ πρὸς τὸν ναὸν ἐχώρει, ταύρους καταθῦσαι φέρων ἑκατὸν εἴκοσι καὶ ζῷα πολλά. καὶ ἐτέλουν τὴν ἐπάρατον αὐτῶν ἑορτήν, ὡς περιηχεῖσθαι μὲν τὴν πόλιν ὑπὸ [p. 446] τῆς τῶν ἀλόγων ζῴων φωνῆς, τῇ δὲ τῶν θυσιῶν κνίσῃ καὶ αὐτὸν μολύνεσθαι τὸν ἀέρα. τούτων οὕτω τελεσθέντων, καὶ τῶν τῆς πονηρίας πνευμάτων λίαν ἐγκαυχησαμένων ἐπὶ τῇ νίκῃ τοῦ Θευδᾶ, καὶ χάριτας αὐτῷ ὁμολογησάντων τῶν νεωκόρων, εἰς τὸ παλάτιον αὖθις ἐπανῆκεν βασιλεύς. καί φησι τῷ Θευδᾷ: Ἰδοὺ δή, καθὰ [266] ἐκέλευσας, οὐδεμίαν ἐνελίπομεν σπουδὴν ἐπὶ τῇ λαμπροφορίᾳ τῆς πανηγύρεως καὶ δαψιλείᾳ τῶν θυσιῶν. καιρὸς οὖν ἤδη τὰ ἐπηγγελμένα πληρῶσαι καὶ τὸν ἀποστατήσαντα τῶν ἡμετέρων σεβασμάτων υἱόν μου τῆς πλάνης ἀναρρύσασθαι τῶν Χριστιανῶν, καὶ τοῖς εὐμενέσι καταλλάξαι θεοῖς. ἐγὼ γὰρ τέχνην πᾶσαν καὶ χεῖρα κινήσας οὐδεμίαν εὗρον τοῦ κακοῦ θεραπείαν: ἀλλὰ πάντων κρείττονα τὴν αὐτοῦ γνώμην ἐθεασάμην. εἰ πράως αὐτῷ ἐνέτυχον καὶ ἠπίως, οὐδὲ τὸν νοῦν μοι προσέχοντα ὅλως εὕρισκον: εἰ αὐστηρῶς ἐχρησάμην καὶ ἐμβριθῶς, εἰς ἀπόνοιαν μᾶλλον αἰρόμενον ἐθεώρουν. τῇ σῇ λοιπὸν σοφίᾳ τὰ τῆς ἐπελθούσης μοι συμφορᾶς ἀνατίθημι. εἰ οὖν, ταύτης ἀπαλλαγεὶς διὰ σοῦ, τὸν ἐμὸν αὖθις ὄψομαι υἱὸν σὺν ἐμοὶ τοῖς θεοῖς μου λατρεύοντα καὶ τῶν ἐπιθυμιῶν τῆς ἐνηδόνου ζωῆς ταύτης καὶ βασιλείας ἀπολαύοντα, στήλην σοι ἀνεγείρας χρυσῆν, ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι εἰς τὸν ἐπιόντα ἀτελεύτητον χρόνον. Θευδᾶς τοίνυν οὖς εὐήκοον ὑποκλίνας τῷ πονηρῷ, καὶ παῤ ἐκείνου μυηθεὶς βουλὴν πονηρὰν καὶ ὀλέθριον, γλῶσσά τε καὶ στόμα αὐτῷ γενόμενος, φησὶ πρὸς τὸν βασιλέα: Εἰ χειρώσασθαι [267] [p. 448] τὸν σὸν βούλει υἱόν, καὶ κενὴν αὐτῷ τὴν ἔνστασιν θεῖναι, εὕρηταί μοι τέχνη πρὸς ἣν οὐδὲ ἀντέχειν δυνατὸς ἔσται, ἀλλὰ ῥᾷον μαλαχθήσεται ἀτεράμων καὶ ἀμείλικτος αὐτοῦ λογισμὸς κηρὸς πυρκαϊᾷ σφοδροτάτῃ ὁμιλήσας. δὲ βασιλεύς, τὸν μάταιον οὕτω διακενῆς φυσῶντα ἰδών, πρὸς ἡδονὴν εὐθὺς καὶ φαιδρότητα μετεβάλλετο, ἐλπίσας τὴν ἀκόλαστον ἐκείνην καὶ θρασεῖαν γλῶσσαν τῆς θεοδιδάκτου καὶ φιλοσοφίας γεμούσης περιγενέσθαι ψυχῆς. Καὶ τίς 3 τέχνη μαθεῖν ἤρετο. τότε Θευδᾶς ὡσεὶ ξυρὸν ἠκονημένον ὑφαίνει τὸ κακούργημα καὶ δεινῶς ἀρτύει τὰ φάρμακα. καὶ ὅρα σόφισμα κακότεχνον καὶ ὑποβολὴν τοῦ πονηροῦ. Πάντας, φησίν, βασιλεῦ, τοὺς παρισταμένους τῷ υἱῷ σου καὶ ὑπηρετοῦντας μακρύνας ἀπ̓ αὐτοῦ, γυναῖκας εὐειδεῖς καὶ λίαν περικαλλεῖς, καὶ κεκοσμημένας εἰς τὸ ἐπαγωγότερον, συνεῖναι αὐτῷ διηνεκῶς καὶ καθυπηρετεῖν, συνδιαιτᾶθαί τε καὶ συναυλίζεσθαι, πρόσταξον. ἐγὼ δέ, τῶν πνευμάτων ἓν τῶν εἰς τὰ τοιαῦτά μοι τεταγμένων ἐπαποστείλας αὐτῷ, βιαιότερον τὸ τῆς ἡδονῆς πῦρ ἀνάψω. καὶ ἅμα τῷ συγγενέσθαι αὐτὸν μιᾷ καὶ μόνῃ τῶν τοιούτων γυναικῶν, εἰ μὴ πάντα ἕξει σοι κατὰ γνώμην, παροπτέος ἐγὼ τὸ λοιπόν σοι καὶ ἄχρηστος, καὶ 4 τιμωριῶν μεγίστων, οὐ τιμῶν, ἄξιος. οὐδὲν γὰρ [268] ὡς ὄψις γυναικῶν ἐπάγεσθαι καὶ θέλγειν τοὺς ἀρρένων λογισμοὺς πέφυκε. καὶ ἄκουσον διηγήσεως τῷ ἐμῷ συμμαρτυρούσης ῥήματι. [p. 450]

1 Ps. lii. 1

2 Hab. ii. 15

3 Ps. lii. 3

4 Cp. Numb. xxxi. 15, 16; xxv. 1, 2

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: