previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δέ γε βασιλεύς, τούτων οὕτως ἀποβάντων, πάντοθεν ἐξαπορηθείς, δῆλος ἦν ἰσχυρῶς ἀνιώμενος καὶ πολὺν τὸν σάλον φέρων ἐν τῇ ψυχῇ. συγκαλέσας δὲ αὖθις ὅσοι τῆς συγκλήτου βουλῆς ἐτύγχανον, ἐσκέπτετο τί λοιπὸν τῷ ἰδίῳ ποιήσειν [p. 506] υἱῷ. πολλὰς δὲ βουλὰς τῶν πολλῶν ὑποθεμένων, ἀνωτέρω μνημονευθεὶς Ἀραχὴς ἐκεῖνος, ἐπιφανέστερος τὴν ἡγεμονίαν καὶ πρῶτος τῆς βουλῆς ὑπάρχων, ἔφη τῷ βασιλεῖ: Τί ἔδει, βασιλεῦ, ποιῆσαι τῷ υἱῷ σου καὶ οὐ πεποιήκαμεν, τοῦ πεῖσαι αὐτὸν τοῖς ἡμετέροις ἕπεσθαι δόγμασι καὶ τοῖς θεοῖς ἡμῶν λατρεύειν; ἀλλ̓, ὡς ὁρῶ, ἀνηνύτοις ἐπιχειροῦμεν: ἐκ φύσεως γὰρ αὐτῷ, τῆς τύχης ἴσως, τὸ φιλόνεικόν τε καὶ ἀμείλικτον. εἰ μὲν οὖν βασάνοις αὐτὸν ἐκδοῦναι θελήσειας καὶ τιμωρίαις, σύ τε πολέμιος ἔσῃ τῆς φύσεως καὶ οὐ πατὴρ ἔτι κληθήσῃ, κἀκεῖνον ζημιωθήσῃ ἑτοίμως ἔχοντα ὑπὲρ Χριστοῦ ἀποθανεῖν. λείπεται γοῦν τοῦτο μόνον ποιῆσαι: διελεῖν αὐτῷ τὴν βασιλείαν, καὶ εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος βασιλεύειν ἐπιτρέψαι. καί, εἰ μὲν τῶν πραγμάτων φύσις καὶ μέριμνα τῶν βιωτικῶν ἑλκύσωσιν αὐτὸν τὸν ἡμέτερον ἀσπάσασθαι σκοπόν τε καὶ βίον, ἔσται ἡμῖν κατὰ σκοπὸν τὸ πρᾶγμα: τὰ γὰρ ἰσχυρῶς βεβαιωθέντα τῇ ψυχῇ ἔθη δυσεξάλειπτά εἰσι καὶ πειθοῖ μᾶλλον βίᾳ μεταβάλλεται. εἰ δὲ τῇ θρησκείᾳ παραμενεῖ τῶν Χριστιανῶν, αὐτὸ δὴ τοῦτο, τὸ μὴ ζημιωθῆναί σε τὸν υἱόν, ἔσται σοι τῆς ἀθυμίας ποσῶς παραμύθιον. ταῦτα τοῦ Ἀραχῆ εἰπόντος, πάντες συνεμαρτύρουν ἀποδεχόμενοι τὴν γνώμην. συντίθεται τοίνυν καὶ βασιλεὺς οὕτω ταῦτα διατεθῆναι. Καὶ δὴ προσκαλεσάμενος ἕωθεν ἔφη τῷ υἱῷ: Οὗτός μοι τελευταῖος ἤδη πρὸς σὲ λόγος, υἱέ: [304] οὗπερ εἰ μὴ εὐθὺς κατήκοος γένῃ καὶ κἂν ἐν τούτῳ τὴν ἐμὴν θεραπεύσῃς καρδίαν, οὐκ ἔτι σου, εὖ ἴσθι, φείσομαι. τοῦ δὲ υἱοῦ πυθομένου τίς [p. 508] τοῦ λόγου δύναμις, Ἐπείπερ, φησί, πολλὰ μογήσας, ἀνένδοτόν σε πρὸς πάντα εὗρον τοῦ πεισθῆναί μου τοῖς λόγοις, δεῦρο δὴ λοιπόν, τὴν βασιλείαν διελών, ἀνὰ μέρος εἶναί σε καὶ βασιλεύειν ποιήσω: καὶ ἔσται σοι λοιπὸν ἐπ̓ ἀδείας ἣν ἂν ποθῇς ἰέναι ὁδόν. γνοῦσα δὲ θεία ψυχὴ ἐκείνη καὶ τοῦτο ἐπ̓ ὀλίσθῳ τῆς αὐτοῦ προαιρέσεως προβαλεῖν τὸν βασιλέα, ὅμως ἐπακοῦσαι συνεῖδεν, ἵνα, τὰς αὐτοῦ διαδρὰς χεῖρας, τὴν ἐπιθυμουμένην αὐτῷ πορεύσηται ὁδόν. ὑπολαβὼν οὖν, τῷ βασιλεῖ ἔφη: Ἐγὼ μὲν ἐπόθουν τὸν θεῖον ἐκεῖνον ζητῆσαι ἄνδρα, τὸν ὑποδείξαντά μοι τὴν ὁδὸν τῆς σωτηρίας, καὶ πᾶσι χαίρειν εἰπόντα μετ̓ αὐτοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι: ἀλλ̓ ἐπεί με, πάτερ, οὐ συγχωρεῖς τὰ καταθύμια πράττειν, πείθομαί σοι ἐν τούτῳ. ἐν οἷς γὰρ οὐ πρόκειται προφανὴς ἀπώλεια καὶ Θεοῦ ἀλλοτρίωσις, καλὸν τῷ πατρὶ πείθεσθαι. Χαρᾶς οὖν ὅτι πλείστης βασιλεὺς πλησθεὶς διαιρεῖ μὲν τὴν ὑποτελῆ αὐτῷ χώραν πᾶσαν εἰς δύο, χειροτονεῖ δὲ τὸν υἱὸν βασιλέα, κοσμεῖ τῷ διαδήματι, καὶ πάσῃ τοῦτον βασιλικῇ καταλαμπρύνας δόξῃ εἰς τὴν ἀφορισθεῖσαν αὐτῷ ἐκπέμπει βασιλείαν μετὰ λαμπρᾶς δορυφορίας. τοῖς ἄρχουσι δὲ καὶ ἡγεμόσι, στρατηγοῖς τε καὶ σατράπαις κελεύει, παντὶ τῷ βουλομένῳ, ἀπελθεῖν μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ βασιλέως. καὶ πόλιν τινὰ μεγάλην καὶ πολυάνθρωπον ἀφορίζει αὐτοῦ [305] τῇ βασιλείᾳ, καὶ πάντα δίδωσι τὰ πρέποντα βασιλεῦσιν. τότε δὴ τότε τὴν ἐξουσίαν παραλαβὼν Ἰωάσαφ τῆς βασιλείας, ἡνίκα τὴν πόλιν κατέλαβεν ἔνθα τὰ τῆς βασιλείας ηὐτρέπιστο [p. 510] αὐτῷ, τὸ τοῦ δεσποτικοῦ μὲν πάθους σημεῖον, τὸν σεβάσμιον σταυρὸν τοῦ Χριστοῦ, ἑκάστῳ ἐφίστησι τῆς πόλεως πύργῳ: τοὺς δὲ εἰδωλικοὺς ναοὺς καὶ βωμοὺς περιστὰς ἐπολιόρκει, κατέσειεν ἀνώρυττε τὸ ἔδαφος, ἐξεκάλυπτε τοὺς θεμελίους, μηδὲν λείψανον τῆς ἀσεβείας καταλιπών. Κατὰ δὲ μέσης τῆς πόλεως ναὸν μέγαν τε καὶ περικαλλῆ τῷ Δεσπότῃ ἀνεγείρει Χριστῷ. καὶ κελεύει τὸ πλῆθος ἐκεῖ συνεχὲς ἐπιχωριάζοντας 1 προσάγειν τῷ Θεῷ τὸ σέβας διὰ τῆς τοῦ σταυροῦ προσκυνήσεως, εἰς μέσον πρὸ πάντων αὐτὸς παρελθὼν καὶ ἐκτενεστάτῃ διδοὺς ἑαυτὸν δεήσει. πάντας δὲ τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα γενομένους ἐνουθέτει, παρεκάλει, πάντα ἐποίει τοῦ ἀποσπάσαι τῆς δεισιδαίμονος πλάνης καὶ τῷ Χριστῷ οἰκειῶσαι: τὴν ἀπάτην δὲ ὑπεδείκνυ τῆς εἰδωλομανίας καὶ τὸ κήρυγμα κατήγγελλε τοῦ Εὐαγγελίου, τὰ περὶ τῆς τοῦ Θεοῦ Λόγου διεξῄει συγκαταβάσεως, τὰ θαυμάσια ἐκήρυττε τῆς αὐτοῦ παρουσίας, τὸ πάθος ἐγνώριζε τοῦ σταυροῦ δἰ οὗ σεσώσμεθα, τὴν τῆς ἀναστάσεως δύναμιν καὶ τὴν πρὸς οὐρανοὺς ἄνοδον, τὴν φοβερὰν ἐπὶ τούτοις διήγγελλεν ἡμέραν τῆς φρικτῆς αὐτοῦ δευτέρας παρουσίας, τά τε ἀποκείμενα τοῖς πιστοῖς ἀγαθὰ καὶ τὰ ἐκδεχόμενα τοὺς ἁμαρτωλοὺς κολαστήρια. ταῦτα πάντα ἤθει χρηστῷ καὶ μειλιχίοις διεξῄει ῥήμασιν: οὐ τοσοῦτον γὰρ ἀπὸ τοῦ ὄγκου τῆς ἐξουσίας καὶ τῆς βασιλικῆς μεγαλοπρεπείας [306] ἤθελεν αἰδέσιμος εἶναι καὶ φοβερός, ὅσον ἀπὸ τῆς ταπεινοφροσύνης καὶ πραότητος: καὶ μᾶλλον εἷλκε πάντας πρὸς ἑαυτόν, τῷ εἶναι τοῖς ἔργοις μὲν θαυμάσιος, ἐπιεικὴς δὲ καὶ [p. 512] μέτριος τῷ φρονήματι. ὅθεν ἐξουσία, τὴν μετριοφροσύνην καὶ ἐπιείκειαν μέγαν συνεργὸν λαβοῦσα, πάντας εἴκειν αὐτοῦ τοῖς λόγοις πεποίηκεν. Ἀμέλει οὕτως ἐν ὀλίγῳ χρόνῳ πᾶς ὑποτελὴς αὐτῷ λαὸς πολίτης τε καὶ ἐγχώριος τοῖς θεοφθόγγοις αὐτοῦ ἐμυσταγωγήθη λόγοις, ὡς ἐξαρνήσασθαι μὲν τὴν πολύθεον πλάνην καὶ ἀπορραγῆναι τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων, τῇ ἀπλανεῖ δὲ προστεθῆναι πίστει, καὶ ταῖς [307] αὐτοῦ μεταπλασθέντας διδασκαλίαις τῷ Χριστῷ οἰκειωθῆναι. πάντες δέ, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὸν φόβον τοῦ πατρὸς αὐτοῦ ἐγκεκλεισμένοι, ἱερεῖς τε καὶ μονάζοντες καὶ τῶν ἐπισκόπων ὀλίγοι, ἐξελθόντες τῶν καταδύσεων, πρὸς αὐτὸν χαίροντες ἐχώρουν. αὐτὸς δὲ τοὺς διὰ Χριστὸν ἐν τοιούτοις περιπεσόντας ἀνιαροῖς καὶ οὕτω ταλαιπωρήσαντας προσυπαντῶν ἐντίμως ἐδέχετο, καὶ εἰς τὸ ἑαυτοῦ εἰσῆγε παλάτιον, 2 πόδας ῥύπτων, κόμην ῥυπῶσαν ἀποπλύνων, καὶ παντοίως αὐτοὺς θεραπεύων. εἶτα τὴν νεουργηθεῖσαν αὐτῷ ἐνθρονίζει ἐκκλησίαν, καί τινα τῶν ἐπισκόπων, πολλὰ διὰ τὴν εἰς Χριστὸν πίστιν κακοπαθήσαντα καὶ τὸν ἴδιον ἀπολέσαντα τῆς ἐπισκοπῆς θρόνον, ἀρχιερέα ἐν ταύτῃ καθίστησιν, ἄνδρα ἅγιον καὶ τῶν ἐκκλησιαστικῶν κανόνων ἐπιστήμονα, ζήλου τε θείου τὴν ψυχὴν πεπληρωμένον. κολυμβήθραν δὲ εὐθὺς σχεδιάσας, βαπτίζειν τοὺς πρὸς Χριστὸν ἐπιστρέφοντας κελεύει. καὶ δὴ βαπτίζονται οἱ ἄρχοντες πρῶτον καὶ ὅσοι ἐν τέλει, οἱ ἐν στρατείᾳ τε αὖθις καὶ [p. 514] ο λοιπὸς ὄχλος. καὶ οἱ βαπτιζόμενοι οὐ μόνον τὴν ψυχικὴν ἀπελάμβανον ὑγίειαν, ἀλλὰ δὴ καὶ ὅσοι νόσοις ἦσαν σωματικαῖς καὶ πηρώσεσι πιεζόμενοι, πάντα ἀποθέμενοι, καθαροὶ τὰς ψυχάς, ἄρτιοι δὲ τὰ σώματα, τῆς θείας ἀνήρχοντο [308] κολυμβήθρας, θεραπείαν τρυγήσαντες ψυχῶν τε ὁμοῦ καὶ σωμάτων. Ἔνθεν τοι καὶ συνέρρει πρὸς τὸν βασιλέα Ἰωάσαφ πανταχόθεν τὰ πλήθη, μυηθῆναι τὴν εὐσέβειαν ὑπ̓ αὐτοῦ ζητοῦντες. καὶ πάντα μὲν κατεσκάπτετο εἰδωλικὰ σεβάσματα, ἀφῄρητο δὲ πᾶς πλοῦτος καὶ τὰ ἀποκείμενα τοῖς εἰδωλείοις χρήματα: καὶ ἱερὰ τεμένη τῷ Θεῷ ἀντῳκοδομεῖτο. καὶ τὸν ἐκεῖνον πλοῦτον αὐτοῖς καὶ τὰς πολυτελεῖς ἐσθῆτας βασιλεὺς Ἰωάσαφ καὶ τοὺς θησαυροὺς ἀνετίθει, τὴν ἄτιμον ἐκείνην καὶ περιττὴν ὕλην ἐνεργὸν ἐντεῦθεν ποιῶν καὶ 3 ὠφέλιμον. οἱ δὲ τοῖς βωμοῖς ἐκείνοις καὶ ναοῖς διατρίβοντες μιαροὶ δαίμονες διωγμῷ χαλεπωτάτῳ ἠλαύνοντο, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς συμφορὰν εἰς πολλῶν ἐπήκοον ἀνεβόων. καὶ ἠλευθεροῦτο περίχωρος πᾶσα ἐκείνη τῆς ζοφερᾶς αὐτῶν ἀπάτης, τῷ φωτί τε περιελάμπετο τῆς ἀμωμήτου τῶν Χριστιανῶν πίστεως. Ἀμέλει καὶ βασιλεὺς ἀγαθὸν πᾶσιν ὑπόδειγμα ἦν, καὶ πολλοὺς ἐπὶ τὴν ὁμοίαν γνώμην ἀνέφλεγε καὶ ἐξῆπτε. τοιοῦτον γὰρ ἐξουσία: συμμορφοῦται ταύτῃ ἀεὶ τὸ ὑποχείριον, τῶν αὐτῶν τε φιλεῖ ἐρᾶν, κἀκεῖνα ἐπιτηδεύειν οἷσπερ ἂν τὸν ἄρχοντα αἴσθηται χαίροντα. ἐντεῦθεν, τοῦ Θεοῦ συνεργοῦντος, [309] εὐσέβεια ηὐξάνετο ἐν αὐτοῖς καὶ ἐπεδίδου. καὶ ὅλως ἦν τῶν τοῦ Χριστοῦ ἐντολῶν [p. 516] καὶ τῆς αὐτοῦ ἀγάπης ἐξηρτημένος βασιλεύς, οἰκονόμος τε τοῦ λόγου τῆς χάριτος, καὶ ψυχῶν κυβερνήτης πολλῶν, εἰς τὸν λιμένα τοῦ Θεοῦ 4 ταύτας καθορμίζων. ᾔδει γὰρ τοῦτο εἶναι πρὸ πάντων βασιλέως ἔργον, ἵνα τοὺς ἀνθρώπους διδάξῃ τὸν Θεὸν φοβεῖσθαι καὶ τὸ δίκαιον τηρεῖν. δὴ καὶ ἐποίει: ἑαυτόν τε εἰς τὸ βασιλεῦσαι τῶν παθῶν καταρτίζων, καὶ τοῖς ὑπ̓ αὐτὸν ὡς κυβερνήτης ἄριστος διακατέχων ἀκριβῶς τῆς εὐνομίας τοὺς οἴακας. τοῦτο γὰρ ὅρος ἀληθινῆς βασιλείας, τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἡδονῶν: 5 ὅπερ ἐκεῖνος ἐποίει. ἐπὶ προγόνων μέντοι εὐγενείᾳ καὶ τῇ περὶ αὐτὸν οὔσῃ βασιλικῇ δόξῃ μηδόλως ἐναβρυνόμενος, εἰδὼς ὅτι πήλινον ἔχομεν πάντες τοῦ γένους προπάτορα, καὶ τοῦ αὐτοῦ φυράματος ἐσμὲν πλούσιοί τε καὶ πένητες, ἐν ἀβύσσῳ δὲ ταπεινοφροσύνης ἀεὶ τὸν νοῦν ἐμβάλλων, καὶ τῆς ἐκεῖθεν μακαριότητος μεμνημένος, πάροικον μὲν ἑαυτὸν τῶν ἐνταῦθα ἐλογίζετο, ἐκεῖνα δὲ ἐγίνωσκεν ἴδια εἶναι ὧν ἂν μετὰ τὴν ἐνθένδε τύχοι ἐκδημίαν. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ, καὶ, πάντας τοὺς ὑπὸ χεῖρα τῆς [310] παλαιᾶς ἀπαλλάξας πλάνης πατροπαραδότου, 6 δούλους εἰργάσατο τοῦ ἐξαγοράσαντος ἡμᾶς τῆς πονηρᾶς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, δεύτερον ἐννοεῖ ἔργον, τὴν τῆς εὐποιΐας ἀρετήν. σωφροσύνη γὰρ καὶ δικαιοσύνη ἤδη προκατώρθωτο αὐτῷ, ὡς τὸν στέφανον τῆς σωφροσύνης ἀναδησαμένῳ καὶ τὴν πορφύραν τῆς δικαιοσύνης ἀμφιασαμένῳ. 7 ἐνενόει οὖν τοῦ ἐπιγείου πλούτου τὸ ἄστατον ποταμίων ὑδάτων μιμεῖσθαι τὸν δρόμον. 8 ἐκεῖ τοίνυν ἔσπευδε τοῦτον ἀποθέσθαι, ὅπου οὔτε [p. 518] σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσι. καὶ δὴ ἤρξατο πάντα τοῖς πένησι διανέμειν τὰ χρήματα, μηδόλως αὐτῶν φειδόμενος. ᾔδει γὰρ ὡς μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν, ἐν τούτῳ δὲ μάλιστα 9 τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ὑπὲρ χρυσίον οὖν καὶ λίθον τίμιον τῆς εὐποιΐας τὸν πλοῦτον ἑαυτῷ συναθροίζων ἦν, τὸν καὶ ὧδε κατευφραίνοντα τῇ ἐλπίδι τῆς μελλούσης ἀπολαύσεως, κἀκεῖ καταγλυκαίνοντα τῇ πείρᾳ τῆς ἐλπισθείσης μακαριότητος. ἐντεῦθεν ἠρευνῶντο αὐτῷ φυλακαί, οἱ ἐν μετάλλοις κατακεκλεισμένοι, οἱ ὑπὸ δανειστῶν συμπνιγόμενοι: καί, πᾶσιν ἀφθόνως ἐπιχορηγῶν 10 πάντα, πατὴρ ἦν ἁπάντων τῶν ὀρφανῶν τε καὶ χηρῶν καὶ πενήτων, πατὴρ φιλόστοργος καὶ ἀγαθός, [311] ἑαυτὸν δοκῶν εὐεργετεῖν ἐκ τῆς εἰς αὐτοὺς γενομένης εὐεργεσίας. πλουσιόδωρος γὰρ ὢν τὴν ψυχὴν καὶ τῷ ὄντι βασιλικώτατος, πᾶσιν ἐδίδου δαψιλῶς τοῖς χρῄζουσιν: ἀπειροπλασίους γὰρ ἤλπιζεν ὑπὲρ τούτων ἀμοιβὰς κομίσασθαι ὅταν ἔλθῃ καιρὸς τῆς τῶν ἔργων ἀνταποδόσεως. Πανταχοῦ δὲ τῆς τοιαύτης αὐτοῦ φήμης ἐν ὀλίγῳ διαβαινούσης, πάντες πρὸς αὐτόν, ὥσπερ ὑπό τινος ὀσμῆς μύρου κεκινημένοι, καθ̓ ἑκάστην συνέρρεον, σωμάτων τε ὁμοῦ καὶ ψυχῶν πενίαν ἀποτιθέμενοι, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν. οὐχ φόβος γὰρ καὶ τυραννὶς εἷλκε τὸν λαόν, ἀλλ̓ πόθος καὶ πρὸς αὐτὸν ἐκ καρδίας ἀγάπη. ἥτις ἐκ Θεοῦ καὶ τῆς αὐτοῦ καλλίστης πολιτείας ἐνεφυτεύθη ταῖς πάντων ψυχαῖς. τότε δὴ τότε [p. 520] καὶ οἱ τῷ πατρὶ αὐτοῦ ὑποκείμενοι αὐτῷ μᾶλλον προσετίθεντο, καί, τὴν πλάνην πᾶσαν ἀποτιθέμενοι, τὴν ἀλήθειαν εὐηγγελίζοντο. καὶ μὲν 11 οἶκος τοῦ Ἰωάσαφ ηὔξανε καὶ ἐκραταιοῦτο, δὲ οἶκος τοῦ Ἀβεννὴρ ἠλαττονοῦτο καὶ ἠσθένει, καθάπερ δὴ περὶ τοῦ Δαυῒδ καὶ τοῦ Σαοὺλ τῶν [312] 12 Βασιλειῶν διαγορεύει βίβλος.

1 Cp. De fide orth. Bk. IV., Ch. II.

2 Cp. John, xiii. 14

3 Minucius, Felix, Ch. 27

4 Agapetus, Ch. 1-2

5 Id. Ch. 4

6 1 Pet. i. 18

7 Agapetus, Ch. 7

8 Mat. vi., 19-21

9 Cp. Cic. pro, Marc. 8

10 Cp. Ps., lxviii. 5

11 Luke L 80

12 2 Sam. iii. 1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: