Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁμοτρόπως δὲ καὶ φρουρίου
ὑπὸ συμμάχων φρουρουμένου μέρος τι τοῦ τείχους
τῶν συμμάχων ἑκάστοις ἀποδιδόσθω φυλάττειν.
ἐὰν δὲ πολῖται ἐν ὑποψίᾳ πρὸς ἀλλήλους ὦσιν,
κατὰ ἀνάβασιν ἑκάστην τοῦ τείχους δεῖ ἐπιστῆσαι
ἄνδρας πιστούς, οἳ κωλυταὶ ἔσονται, ἄν τις ἐπιχειρῇ
ἄλλος ἀναβαίνειν.