Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πρῶτον μὲν οὖν νυκτὸς
[p. 80]
οὐ χρὴ εὐθὺς βοηθεῖν, εἰδότα ὅτι ἀτακτότατοι ἂν
καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω εἶεν οἱ ἄνθρωποι,
τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα
ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς
κινδύνους προϊέναι, οἷα εἰκὸς προσφάτως ἀγγελμένων,
ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων.