Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
Καὶ ἐὰν μὲν ᾖ ἡ χώρα μὴ εὐείσβολος, ἀλλ̓ ὀλίγαι
ὦσιν αἱ εἰσβολαὶ καὶ στεναί, προκατασκευάσαντας
[p. 86]
αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ
ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι καὶ
βουλομένοις πρὸς τὴν πόλιν προσιέναι, προδιαταξαμένους
καὶ τοὺς φρυκτοῖς γνωρίζοντας τὰ ἀλλήλων
πάθη, ὅπως τὰ μέρη βοηθῇ, ἄν τι δέωνται ἀλλήλων.