Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
εὐτρεπέστερον
δ̓ ἂν τοῦτο γίγνοιτο ξύλου ὡς
σπιθαμιαίου τρυπηθέντος ὅσα γε τὰ στοιχεῖα
τῶν γραμμάτων: ἔπειτα ὡσαύτως ἐνείρειν τὸ
λίνον εἰς τὰ τρυπήματα. ὅπου δ̓ ἂν εἰς τὸ αὐτὸ
τρύπημα συμβῇ δὶς ἐνείρεσθαι, ὥσπερ τὸ αὐτὸ
γράμμα δὶς ἐφεξῆς γράφεσθαι, προπεριελίξαντα
τὸ λίνον περὶ τὸ ξύλον ἐνείρειν. γίγνοιτο δ̓
ἂν καὶ ὥδε.