Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Σινωπεῖς δὲ πρὸς Δαταμᾶν
πολεμοῦντες ἐπεὶ ἐν κινδύνῳ ἦσαν καὶ σπάνει
ἀνδρῶν, τῶν γυναικῶν τὰ ἐπιεικέστατα σώματα
μορφώσαντες καὶ ὁπλίσαντες ὡς ἐς ἄνδρας μάλιστα,
ἀντὶ ὅπλων καὶ περικεφαλαίων τούς τε κάδους
καὶ τὰ ὁμότροπα τούτοις δόντες χαλκώματα, περιῆγον
τοῦ τείχους ᾗ μάλιστα οἱ πολέμιοι ὄψεσθαι
ἔμελλον.