Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἄλλος δὲ ἱππέα
ἐκπέμπων εἰς τὴν ἡνίαν τοῦ χαλινοῦ βυβλίον
ἐνέρραψεν. ἐγένετο δὲ περὶ ἐπιστολὴν τοιόνδε.
πόλεως γὰρ πολιορκουμένης ἐπεὶ παρῆλθεν ἔσω
τῆς πόλεως ὁ κομίζων τὰς ἐπιστολὰς τῷ μὲν
προδιδόντι καὶ τοῖς ἄλλοις οἷς ἔφερεν οὐκ ἀποδίδωσιν,
πρὸς δὲ τὸν ἄρχοντα τῆς πόλεως ἦλθεν
μηνύων καὶ τὰς ἐπιστολὰς ἐδίδου.