Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
οὕτω γὰρ ἂν τάχιστα ἔς τε τοὺς προσήκοντας
ἕκαστοι τόπους ἀφίκοιντο καὶ ἐγγυτάτω
τῶν σφετέρων οἴκων εἶεν, διαπέμποιέν τε ἂν
οἰκονομοῦντες πρὸς τοὺς κατ̓ οἶκον, τέκνα καὶ
γυναῖκας, οὐ πρόσω αὐτῶν διατελοῦντες. τῶν
τε ἀρχόντων δεῖ προκεκληρῶσθαι εἰς ὃν ἕκαστοι
[p. 38]
τόπον ἐλθόντες τῶν συλλεγέντων ἐπὶ τὰ χείλη
ἀποστελοῦσι: καὶ τῶν λοιπῶν ἕνεκα ἐπιμελείας
ἡγεμόνες ἔσονται, ἄνπερ εὐθὺς ἡγεμονεύσωσιν ὧδε.