Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὡς δὲ δεῖ τοῦτο
γίγνεσθαι καὶ ὡς αἴρειν τοὺς φρυκτούς, ἐν τῇ
Παρασκευαστικῇ βίβλῳ πλειόνως εἴρηται. ὅθεν
δεῖ τὴν μάθησιν λαμβάνειν, ἵνα μὴ δὶς περὶ τῶν
αὐτῶν γράφειν συμβῇ.
[p. 48]
ϝιιι.
Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον
πλείω καὶ μείζω δύναμιν πολεμίων πρῶτον μὲν τὴν
χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ δυσστρατοπέδευτον
καὶ δυσπροσπόριστον κατασκευάζειν
καὶ τοὺς ποταμοὺς δυσδιαβάτους καὶ πλείους.